Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
259.p183
259.p183
μὴ δοκῇ τοῖς κρείττοσιν. εἰ φίλοις ἰσχύεις, εἰ χρήμασιν, εἰ δόξαν ἔχεις ἐν τῇ πόλει, μηδενὶ τούτων ἐπαρθῇς, μηδὲ μεῖζον φρονήσῃς τῆς ἐξουσίας. εἰ πάντων κρατήσεις, ἡττήσει τῆς τύχης. ταῦτʼ ἐστὶν ὁ ἀγὼν οὗτος, ταῦθʼ Ὅμηρος λέγει. οὐδὲν τῶν ἀνθρωπείων ἀσφαλὲς οὐδʼ ὁμαλὸν οὐδʼ αὔταρκες, ἀλλʼ ἡττήσεται μὲν ὁ ἰσχυρὸς τοῦ ἀσθενοῦς, ὅταν καιρὸς ᾖ τούτου, ἁλώσεται δὲ Βαβυλὼν αὐτοῖς τείχεσι, πάλιν δὲ τοὺς Πέρσας πορθήσουσιν ἕτεροι. πάντα ταῦτʼ ἐναλλὰξ περιέρχεται. οὕτω καὶ τὸ σὸν, ὦ Πλάτων, σώζεται, τὸ ἄνθρωπον εἶναι θεοῦ παίγνιον. ὅταν ἐκπίπτῃ μὲν τοῦ ἅρματος ὁ ἡνίοχος, ἐν ᾧ πρόσθεν εἱστήκει βεβαίως, ἀπορῇ δὲ ὁ κυβερνήτης ὅπως χρὴ σώζειν τὴν ναῦν πολλάκις ἤδη σεσωκὼς, ἰλιγγιᾷ δὲ ὁ κρείττων ὑπὸ τοῦ χείρονος, κιχάνῃ δὲ βραδὺς ὠκὺν, πάντα δʼ ἄνω καὶ κάτω περιχωρῇ, τότʼ ἄν τις ἴδοι τὸν σὸν λόγον, τόθʼ ὡς ἀληθῶς προφήτου τινὸς εἶναι δόξειεν ἂν, ὡς θεὸς μὲν καὶ τύχη πάντʼ ἄγουσι, τὸ δʼ ἡμέτερον πᾶν ἦν ἄρα παιδιά. εἰ δʼ ἔσωζον μὲν οἱ κυβερνῆται πάντες ἅπαντας τοὺς ἐμπλέοντας, ἔσωζον δʼ οἱ ἰατροὶ πάντες ἅπαντας τοὺς κάμνοντας, ἐνίκων δʼ οἱ κρείττονες, ἐνίκων δʼ οἱ μείζονες, τὸ δʼ ἀεὶ τούτοις πᾶσι προσῆν, μηδεὶς δὲ ἐσφάλλετο τῶν ἀρξαμένων κατορθοῦν, εὐχὴ δὲ καὶ δύναμις μηδὲν διέφερεν, ἀθάνατʼ ἂν πάντʼ ἦν τὰ τῶν ἀνθρώπων πράγματα καὶ οὐδὲν ἂν εὐχῆς ἴσως προσέδει, οὐδʼ ἂν κακτέκλυζεν ἡμᾶς τῶν πίθων ἅτερος ὥσπερ νῦν. νῦν δʼ οἱ ποιηταὶ πολλὰ χρήσιμοι κἀνταῦθα πρόσκεινται καὶ παρακολουθοῦσιν ἡμῖν, ὑπομιμνήσκοντες ἀεὶ τῆς φύσεως, ἐφημέρους τε καλοῦντες καὶ χαμαὶ ἐρχομένους, καὶ πάντα τρόπον τὴν ἀλαζονείαν καθαροῦντες, ὅπως μηδʼ εἴ τις εὖ πράττειν δοκοίη, τούτῳ