Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 263 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
263.p188
263.p188
τὸν μὲν γὰρ οὐδεὶς ἦν ὅστις οὐκ ἂν εὔξαιτο ἀναστῆναι, ὥστε κἀν τοῖς δράμασιν ὡς ἀνεστῶτα ὁρῶντες εὐφραίνοντο, τὸν δʼ οὐκ ἔστιν ὅστις οὐκ ἂν ἐβούλετο ἀντʼ ἐκείνου κεῖσθαι. τοσούτῳ κρείττων ἦν τεθνεὼς Περικλῆς ἐκείνου ζῶντος.
263.p189
263.p189
πάρες οὖν τοῖς συκοφάνταις ταῦτα, αὐτὸς δὲ πάλιν σαυτοῦ τι μνημόνευσον. ὅτι γὰρ οὐδὲν οὔτε τῶν ἀδυνάτων οὔτε τῶν ἀπεικότων καὶ τὰ βέλτιστα λέγοντας ὑπὲρ τοῦ δήμου τῷ δήμῳ προσκροῦσαι, ἀλλὰ καὶ τοῦτʼ αὐτὸ τῶν συμφορῶν ἐπιεικῶς αἴτιον γίγνεται, τὸ μὴ βούλεσθαι τῆς ὀρθοτάτης ἀφεῖσθαι γνώμης, οὐ τῶν μάντεων ἀκούσαντα δεῖ γνῶναι, ἀλλʼ ὁ πολλῶν δήμων καὶ πόλεων ἀντάξιος Πλάτων ὁ τοῦ Ἀρίστωνος διαμαρτύρεται διαρρήδην οὑτωσὶ λέγων, καὶ ταῦτʼ ἐν αὐτοῖς οἷς Σωκράτης ἐκινδύνευσεν οὐχὶ δικαίως αὐτῷ. τίνα οὖν ἐστι τὰ ῥήματα; οὐ γὰρ ἔστιν ὅστις ἀνθρώπων σωθήσεται οὔθʼ ὑμῖν οὔτʼ ἄλλῳ τινὶ πλήθει οὐδενὶ γνησίως ἐναντιούμενος καὶ διακωλύων πόλλʼ ἄδικα καὶ παράνομα ἐν τῇ πόλει γενέσθαι, ἀλλʼ ἀναγκαῖόν ἐστι τὸν τῷ ὄντι μαχούμενον ὑπὲρ τοῦ δικαίου, καὶ εἰ μέλλει ὀλίγον χρόνον σωθήσεσθαι, ἰδιωτεύειν, ἀλλὰ μὴ δημοσιεύειν. εἶεν, ὦ φιλότης. εἶτα ἔτι θαυμάζεις εἰ Μιλτιάδης καὶ Θεμιστοκλῆς καὶ Περικλῆς καὶ Κίμων προσέκρουσαν Ἀθηναίοις, τὰ βέλτιστα λέγοντες αὐτοῖς καὶ φεύγοντες τὰ πρὸς ἡδονήν; ἀλλὰ μὴν αὐτός γʼ ἔφης ἐντεῦθεν ὡρμῆσθαι τοὺς κινδύνους, καὶ οὐδʼ ὀλίγον χρόνον ἐγχωρεῖν διαφεύγειν. πότερον οὖν εἰ προσέκρουσαν θαύμαστόν ἐστι καὶ τοῦτʼ ἄξιον αὐτῶν κατηγορεῖν, ἢ ʼκεῖνο πολλῷ μᾶλλον ἄξιον αὐτῶν θαυμάσαι, ὅτι τόν γε τοσοῦτον χρόνον διεγένοντο, καὶ μήτε θᾶττον τοῦτʼ ἔπαθον μήθʼ ὅτε καὶ προσέκρουσαν θανάτῳ γʼ ἐζημιώθησαν, ἀλλὰ μέσην τινὰ ὁ δῆμος ἐχώρησε, καὶ τῇ μὲν ὡς εὖ καὶ καλῶς ὑπʼ αὐτῶν ἀχθεὶς ᾐσχύνθη καί τινα πρᾳότητος τύπον διεσώσατο, τῇ δὲ οὐκ ἠδυνήθη τὴν τοῦ πράγματος φύσιν διαφυγεῖν, ἀλλʼ ὧν δήμῳ προσῆκεν ἁμαρτεῖν, μέρος γοῦν τι μετέσχεν; ἡδέως

Intertext edge

Open linked passage

Note