Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 264 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
264.p190
264.p190
δʼ ἂν ἐροίμην, ὅστις βούλεται δέξασθαι τὸ ἐρώτημα ὑπὲρ Πλάτωνος, αὐτὸς δὲ δὴ τί μαθὼν ἡμῖν ὁ Πλάτων οὐκ ἐπολιτεύσατο; ἆρʼ ἄλλο τι φήσειεν ἂν ὁστισοῦν ἢ τὸ αὐτὸ τοῦτο ὅπερ καὶ Σωκράτης λέγων ἐκείνῳ φαίνεται; τί μὴν ἕτερον; εἶθʼ ἃ φοβηθεὶς μὴ πάθῃς οὐκ ἐδημηγόρεις, ταῦτʼ εἴ τις ἐκείνων πέπονθεν, ὡς οὐ τὰ βέλτιστα συνεβούλευεν ἰσχυρίζει; καὶ μὴν εἰ μὲν οὐδεὶς ἐπῆν κίνδυνος, τοῦ χάριν οὐδὲν ὤνησας τὴν πατρίδα; εἰ δʼ ἕτοιμον ἦν ἀπολωλέναι, τί θαυμάζεις εἴ τις ἐκείνων ἐχρήσατο συμφορᾷ καὶ τῷ τὰ βέλτιστα λέγειν τιθεὶς αὐτὸς ἕπεσθαι τὸ κινδυνεύειν, ἐκείνους ἐξ ὧν ἠτύχησαν ἀποστερεῖς τὸ λέγειν τὰ βέλτιστα; φέρε δὴ κἀκεῖνο σκεψώμεθα· ὁπότʼ ἦν ἐν τῷ τὰ δίκαια πράττειν προαιρεῖσθαι τοιοῦτόν τι λαβεῖν παρʼ αὐτῶν, πότεροι πρὸς θεῶν πῶς ἂν εὐπρεπῶς εἴποιμι κοινότεροι τὴν γνώμην, καὶ εἰ μὴ τὸ ὅλον βελτίους, τῇ γε πόλει χρησιμώτεροι, πότερʼ οἵτινες προορώμενοι τὸν προσόντα κίνδυνον εἶτʼ ἐκποδὼν ἔστησαν, ἢ οἵτινες εἰδότες οὐκ ἀπώκνησαν; ἐμοὶ μὲν γὰρ δοκεῖ τὸ μὲν μηδὲν εἰπεῖν αἰσχρὸν κοινὸν ἀμφοῖν εἶναι, τὸ δʼ ἐγχειρῆσαι τὰ βέλτιστα εἰπεῖν τοῦ μηδʼ ὅλως εἰπεῖν οὐ τῶν φαυλοτέρων ὂν ἐκείνοις ὑπάρχειν. εἰ γάρ τι καὶ διήμαρτον, οἷς γε προείλοντο φήσει τις αὐτοὺς νικᾶν. εἰ τοίνυν μὴ μόνον προείλοντο, ἀλλὰ καὶ κατώρθωσαν πολλὰ καὶ καλὰ καὶ δίκαια καὶ κοινῇ συμφέροντα, μὴ πρὸς ἐλαττώματος αὐτοῖς γένηται. τοῦτο γὰρ ἔξεστι δήπουθεν αὐτοῖς εἰπεῖν. εἰ δὲ καὶ τοῦτʼ ἔξεστιν ἐρωτῆσαι, πότεροι τῷ Σωκράτους αὐτοῦ καὶ Πλάτωνος λόγῳ μᾶλλον συμβαίνοντα καὶ βεβούλευνται καὶ πεποιήκασι; τῷ ποίῳ δὴ λέγω τούτῳ λόγῳ; ὅσπερ ἐστὶν ἁπάντων λόγων οἶμαι κάλλιστος. τίς οὗτος; οὐ καλῶς φησὶ λέγεις, ὦ ἄνθρωπε, εἰ οἴει δεῖν κίνδυνον ὑπολογίζεσθαι τοῦ ζῆν ἢ τεθνάναι ἄνδρα ὅτου τι καὶ σμικρὸν ὄφελός ἐστιν, ἀλλʼ οὐκ ἐκεῖνο μόνον σκοπεῖν, ὅταν πράττῃ, πότερον δίκαια ἢ ἄδικα πράττει καὶ ἀνδρὸς ἀγαθοῦ ἔργα ἢ κακοῦ. οὐκοῦν ὅτʼ ἐκεῖνοι φαίνονται μηδὲν

Intertext edge

Open linked passage

Note