Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
265.p191
265.p191
τῶν μελλόντων αὐτοῖς ἔσεσθαι δυσχερῶν ὑπολογισάμενοι πρὸς τὸ δίκαιον, ἀλλʼ ἀφειδῶς καὶ ἁπλῶς δόντες αὑτοὺς ὑπὲρ τοῦ κοινῇ βελτίστου τῷ Σωκράτους κέχρηνται λόγῳ. ὥστʼ ἢ δεικτέον ἐστὶν ὡς οὔτε δίκαια οὔτε ἀγαθῶν ἀνδρῶν ἦν ἔργα ἃ προείλοντο καὶ οἷς ἐνεχείρησαν, ἢ συγχωρητέον χρηστοὺς εἶναι τοὺς ἄνδρας, εἰ καὶ ὁτιοῦν ἀπήντησε, καὶ τοσούτῳ μᾶλλον καὶ μειζόνως, ὅσῳ τὴν δυσκολίαν τοῦ πράγματος οὐκ ἔδεισαν. φαῦλοι γὰρ ἂν τῷ γε σῷ λόγῳ εἶεν—λέγω δὲ ἤδη τὰ Πλάτωνος αὐτοῦ— τῶν ἡμιθέων ὅσοι ἐν Τροίᾳ τετελευτήκασιν, οἵ τε ἄλλοι καὶ ὁ τῆς Θέτιδος υἱὸς, ὃς τοσοῦτον τοῦ κινδύνου κατεφρόνησε παρὰ τὸ μὴ αἰσχρόν τι ὑπομεῖναι ὥστʼ ἐπειδὴ εἶπεν ἡ μήτηρ αὐτῷ, καὶ πάντα δὴ λέγω τἀπὶ τούτοις. οὐ γὰρ δή που τοὺς μὲν εἰς Τροίαν τῶν Ἑλλήνων ἐλθόντας ἐπαινεσόμεθα, ὅτι εἵλοντο καλῶς ἀποθανεῖν, τοὺς δʼ εἴ τι πείσονται δυσχερὲς ἐκ τῆς πολιτείας οὐ προτιμήσαντας οὐδὲ παρέντας τῷ φόβῳ τὸ βέλτιστον, τούτους ἀπὸ τῶν συμβάντων κρινοῦμεν· οὐδὲ τοὺς μὲν ὑπὲρ μιᾶς γυναικὸς ὑβρισθείσης ἀγανακτήσαντας ἀνδρῶν ἀγαθῶν λογισμῷ χρῆσθαι φήσομεν, τοὺς δʼ ἁπάσης τῆς Ἑλλάδος προστάντας, ἡνίχʼ ὑπὲρ παίδων ὁμοῦ καὶ γυναικῶν καὶ ἱερῶν καὶ τάφων καὶ πάντων τῶν ὄντων ἐκινδύνευον, τούτους μετὰ τῶν ὀψοποιῶν καταλέξομεν, πρὸς τοὺς ἡμιθέους ἀφέντες κρίνειν· οὐδʼ εἰ μέν τις φίλῳ τιμωρῶν ὑπέμεινε τελευτᾶν, εἰς μακάρων νήσους πέμψομεν, εἰ δέ τινες τῇ τε πόλει πάσῃ καὶ τοῖς τῶν Ἑλλήνων πράγμασιν ἀντὶ πάντων τῶν ἄλλων κατέστησαν, τούτοις εἴ τί ποθʼ ὕστερον συνέβη, τὸ κακῶς ἀκούειν προσθήσομεν. οὐχ ἕως γʼ ἂν τοὺς περὶ τῶν δικαίων λόγους φυλάττωμεν. ἀφαιρεῖν γὰρ τοῖς χρηστοῖς τῶν συμφορῶν εἰκὸς ἦν, εἴ πως ἐνῆν, μᾶλλον ἢ τοῦτο οὐκ ἔχοντας ἐπεμβαίνειν, ὃ δὴ λέγεται, κειμένοις.
265.p192
265.p192
βούλομαι τοίνυν καὶ Δημοσθένους τοῦ Παιανιέως μνησθῆναι βραχύ τι, οὐδὲν γὰρ ἦν χεῖρον, ἄλλως τε καὶ περὶ ῥητόρων ὄντος τοῦ λόγου. μνησθήσομαι δʼ ὅσον εἰς τούτους ἀνήκει. πῶς οὖν ἐκεῖνος περὶ τῶν αὐτῶν τούτων