Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 272 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
272.p201
272.p201
ἀληθινῇ ῥητορικῇ ἐχρῶντο, ἢ σπουδαίους τε καὶ χρηστοὺς, ὅτι οὐκ ἐχρῶντο τῇ κολακικῇ; εἰ γὰρ μεταξὺ τούτων ἦσαν οἱ λόγοι καὶ αἱ προαιρέσεις αὐτῶν, οὐ κολάκων γε ἦσαν οὐδὲ φαύλων ἀνθρώπων. σὺ γοῦν αὐτὸς τὰ μεταξὺ τῶν ἀγαθῶν καὶ τῶν κακῶν οὐδὲν μᾶλλον κακὰ δή που καλεῖς. πῶς γὰρ ἂν καὶ αὐτὸ τοῦτʼ ἔτι λείποιτο αὐτοῖς τὸ μεταξὺ τούτων ἀμφοτέρων εἶναι, εἰ τοῖς γε ἑτέροις ἐνέχοιντο; ὥστε τί μᾶλλον ψέγειν αὐτοὺς ἢ ἐπαινεῖν προσῆκεν, εἰ μηδετέρου γε μετεῖχον, μήτε τοῦ καλοῦ μήτε τοῦ φαύλου; θαυμάζω δὲ τί ἄν ποτʼ ἐποίησεν, ἢ τίνος ἂν μετέδωκεν αὐτοῖς εὐφημίας, εἰ τὴν κολακείαν ἐλέγχειν ἔμελλεν, ὁπότʼ αὐτοῦ τοῦ λόγου πρὸς τοῦτʼ ἐκφέροντος ὡς οὐχ οἷόν τε μετεῖναι τούτου τοῦ πράγματος αὐτοῖς, ὅμως οὐκ ὤκνησε τὰ μηδαμῆ συμβαίνοντα κατηγορεῖν. ἀλλὰ μὴν ὅτε γʼ αὐτὸς δύο ταῦτα διείλου, καὶ τὴν μὲν ἀληθινὴν προσεῖπες ῥητορικὴν, τὴν δὲ κολακικὴν, πῶς ῥητορικῆς καθάπαξ ὡς κολακείας κατηγορεῖς, καὶ ὅπου τοὺς ἄνδρας ἀφῆκας οὓς ᾐτιάσω, πῶς ἐλέγχεις ῥητορικὴν ἣν αὐτὸς καὶ χρηστὴν προσείρηκας; εἶεν. τίνι μὴν καὶ τὸ λοιπὸν ἐχρῶντο τῷ τύπῳ τῶν λόγων, ἢ τίνʼ ἐρητόρευον τρόπον; εἰ γὰρ μήθʼ ὡς ἄν τινες κηδόμενοι μήθʼ ὡς ἄν τινες χαριζόμενοι, ἄλλος γέ τις αὐτοῖς τρόπος κατελείπετο. εἰ γὰρ αὖ καὶ τρίτος τίς ἐστι παρὰ τούτους, οὐ σύ γʼ ἐμνήσθης αὐτοῦ, ἀλλὰ δύʼ εἶναι ταύτας παρασκευὰς διωρίσω, τὴν μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τὴν δὲ πρὸς τὸ βέλτιστον. ὥσθʼ ὅτε μήτε πρὸς ἡδονὴν ὡμίλουν μήτε πρὸς τὸ βέλτιστον, πρὸς τί λοιπὸν ὡμίλουν; ἢ πῶς οὐ τούς γε σοὺς ὅρους ἐκπεφεύγασιν, οὓς ἔστησας αὐτοῖς ὡς ἀφύκτως καὶ βεβαίως αἱρήσων; ἀλλὰ μή τις αὖ τῶν ἐκείνοις τοῖς ἀνδράσιν εὐμενῶν εἰς ὑμᾶς μᾶλλον τοῦθʼ ὑπολάβῃ τοὺς σοφοὺς, ὡς ἄρα παντὸς μᾶλλον οὔτε τῇ ἀληθινῇ ῥητορικῇ ἐχρήσασθε πρὸς τὸν δῆμον οὔτε τῇ κολακικῇ. τοῦτο γὰρ ἦν δήπουθεν ἐν

Intertext edge

Open linked passage

Note