Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 273 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
273.p202
273.p202
τῷ τὴν ἡσυχίαν ἄγειν. καίτοι ὅθʼ ὑμεῖς οὐδετέρᾳ τούτων φαίνεσθε κεχρημένοι, τί δεινὸν ἐκείνοις πεποίηται, εἰ καὶ δημηγοροῦντες μηδετέρᾳ τούτων ἐχρήσαντο; ἀλλʼ ἴσως ἀναγκαῖον ἦν τῇ γε ἑτέρᾳ χρήσασθαι, ἐπειδὴ ὅλως ἐφθέγγοντο καὶ οὐχ οἷόν τε ἀμφοτέρων αὐτοὺς ἐκπεσεῖν. ὅτι μὲν τοίνυν διακονεῖν ὥρμηντο Πλάτων εἴρηκε μόνος, ὡς δʼ οὐ τοιοῦτον τὸ ἐκείνων πρᾶγμα πάντες τε λέγουσι καὶ προσέτι αὐτὸς Πλάτων προσωμολόγηκεν, ὥσθʼ ἣν ἐπήνεγκε μόνος αἰτίαν, εἰ φαίνεται λύων αὐτὸς, λείπεται τὴν ἐξ ἀρχῆς δόξαν κρατεῖν, ὡς ἀγαθοί τʼ ἦσαν πολῖται καὶ τὰ βέλτιστʼ ἐδημηγόρουν. ἐγὼ μὲν οὖν οὕτως ἂν μᾶλλον φαίην, ἢ ῥήτορας ὄντας αὐτοὺς μηδετέρᾳ χρήσασθαι τῇ ῥητορικῇ. σκοπῶ δὲ κἀκεῖνο, ὡς εἰ μέν ἐστιν ἡ ῥητορικὴ κολακεία, καθάπαξ δεῖ τῇ κολακείᾳ χρωμένους αὐτοὺς φαίνεσθαι, ἐπειδή γε ἦσαν ῥήτορες. ὥστε πῶς ἢ ʼκείνους ἀπολύει τῆς αἰτίας, ἢ ῥητορικὴν προσείρηκέ τινα ἀληθινήν; εἰ δʼ αὖ χρηστὸν ἢ σπουδαῖον ἡ ῥητορικὴ, δεῖ τοῦ βελτίστου δοκεῖν μέλειν αὐτοῖς. ὥστε πῶς ἢ ʼκείνους μὴ πρὸς τὸ βέλτιστον λέγειν αἰτιᾶται, ἢ τὴν ῥητορικὴν κολακείαν καλεῖ; εἰ δʼ αὖ διπλοῦν τι τὸ τῆς ῥητορικῆς ἐστι, καὶ τὸ μὲν αὐτοῦ κολακεία τε καὶ αἰσχρὰ δημηγορία, τὸ δʼ ἕτερον προστασία τοῦ δικαίου, ἀναγκαῖον ἐκείνοις τοῦ γʼ ἑτέρου μετεῖναι σαφῶς γε οὑτωσί. πῶς οὖν ἀμφοτέρων ἀποστερεῖς αὐτούς; καὶ μὴν εἴ γε καὶ δικαίως ἀποστερεῖς ἀμφοτέρων, τρίτη τις ἂν εἴη παρʼ ἀμφοτέρας ταύτας ῥητορικὴ πάλιν. ὥστʼ οὐδὲ διπλοῦν ἔτι τούτῳ τῷ λόγῳ τὸ τῆς ῥητορικῆς, οὐδʼ ἔδειξε δή που Πλάτων ἥτις ἔσθʼ ἡ τρίτη. καὶ μὴν εἰ μέσον τι τούτων ἐστὶ τοῦ τε πρὸς ἡδονὴν λέγειν καὶ τοῦ πρὸς τὸ βέλτιστον, οὐδʼ οὕτως ἐκείνους γε προσῆκεν ἀκούειν κακῶς. καὶ γὰρ εἰ μὴ τὰ βέλτιστα ἐδημηγόρουν, οὐκ ἐδημηγόρουν γε πρὸς ἡδονήν. οὐ τοίνυν μόνον ἐξ ὧν αὐτοὺς ἀφῆκε τῆς τοῦ κολακεύειν αἰτίας δείκνυται μάτην τὰς βλασφημίας τὰς κατʼ αὐτῶν πεποιημένος, ἀλλὰ καὶ ἐξ ὧν τὸν Ἀριστείδην ἐπῄνεσε λαμπρῶς οὕτως μετʼ

Intertext edge

Open linked passage

Note