Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
274.p203
274.p203
ἐκείνους. εἰ μὲν γὰρ μηδένα μηδαμῶς εἶχεν ἐπαινέσαι, μηδʼ ἦν εὑρεῖν ὅστις ῥήτωρ δίκαιος καὶ χρηστὸς γεγένηται, τάχʼ ἄν τις ἔφησεν ὡς ἐκ περιουσίας ἐπὶ τοῦθʼ ἧκε τὸ μέρος, τὸ ἐλέγχειν τοὺς ἄνδρας, ἵνα πανταχόθεν τὸν κατὰ τῆς ῥητορικῆς λόγον βεβαιώσηται· μέλλοντι δʼ ἐπαινέσεσθαι καὶ ὁντινοῦν τί κέρδος ἦν τούτους κακῶς εἰπεῖν; οὐ γὰρ τίς ἄριστος τῶν πολιτευσαμένων προὔκειτο λέγειν, οὐδʼ εἰ βελτίων τούτων Ἀριστείδης, ἀλλʼ εἰ ἔνεστι τῇ ῥητορικῇ τὸ ὑπὲρ τοῦ δικαίου λέγειν. ὥσθʼ ὅτε καὶ ὁστισοῦν εὑρέθη τοιοῦτος, παραπλήσιον ἂν ἦν ὥσπερ ἂν εἰ καὶ τούτων ὁστισοῦν τοιοῦτος εὕρητο. τὸ δὲ δὴ καὶ ἄλλας γεγενῆσθαι φάσκοντα καὶ Ἀθήνησι καὶ ἑτέρωθι, καὶ νὴ Δία προσθέντα γε καὶ ἔσεσθαι, ὅμως εἰς τοσοῦτον φιλονεικίας πρὸς τούτους ἐλθεῖν τίνʼ ἔχει λόγον; ἐκεῖνο μὲν γὰρ ἦν ὑπὲρ τοῦ πράγματος δοκεῖν σπουδάζειν, τοῦτο δὲ ἰδίᾳ τινὰς κακῶς εἰπεῖν βεβουλῆσθαι. ὥστε δικαίως μὲν αὐτῶν ἐγκεκλημένων οὐδὲν πλέον εἰς τοὺς κατὰ τῆς ῥητορικῆς λόγους, ἀκηκοότων δʼ ἃ μὴ προσῆκε μάταιος ἐξ ἀμφοῖν ἡ βλασφημία. ἀλλʼ οἶμαι ἅμα μὲν τοῖς εἰρημένοις κατʼ ἐκείνων λόγοις αἰσχυνθεὶς, ἅμα δʼ ἡττηθεὶς τῆς ἀληθείας, οὐ κακῷ τὸ κακὸν, οὐ μὴν καλῶς γʼ ἰάσατο, μᾶλλον δʼ ἀγαθῷ τὸ κακὸν ἐξήλεγξε, τῷ γʼ Ἀριστείδῃ τὰ πρέποντʼ ἀποδούς. καίτοι εἰ μὲν μηδεὶς ῥήτωρ ἐπιεικὴς, τί τοῦτον κοσμεῖς; εἰ δʼ οὗτός γε σαφῶς δίκαιος, τί σοι πλέον τῆς ἐκείνων κακίας; οὐδὲ γὰρ ἂν ἐλέγχῃς, ὃ βούλει ποιεῖς. οὐδὲν γὰρ μᾶλλον ἡ ῥητορικὴ φαῦλον τοῖς ὅλοις. πόθεν οὖν εἰς ταῦθʼ ὑπήχθη; καὶ πῶς ταῦθʼ ἅμα τε καὶ ἐκεῖνα λέγων φαίνεται; ὅθεν ἐρώτημʼ ἐκεῖνο πότερόν σοι δοκοῦσι πρὸς τὸ βέλτιστον ἀεὶ λέγειν οἱ ῥήτορες, τούτου στοχαζόμενοι ὅπως οἱ πολῖται ὡς βέλτιστοι ἔσονται διὰ τοὺς αὐτῶν λόγους, ἢ καὶ οὗτοι πρὸς τὸ χαρίζεσθαι τοῖς πολίταις ὡρμημένοι καὶ ἕνεκα τοῦ ἰδίου τοῦ ἑαυτῶν ὀλιγωροῦντες τοῦ κοινοῦ ὥσπερ παισὶ προσομιλοῦσι τοῖς