Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
275.p204
275.p204
δήμοις, χαρίζεσθαι αὐτοῖς πειρώμενοι μόνον, εἰ δέ γε βελτίους ἔσονται ἢ χείρους διὰ ταῦτα οὐδὲν φροντίζουσιν; ἐχρῆν γὰρ αὐτὸν εἰ τὰ μάλιστʼ ἐβούλετο τὴν ῥητορικὴν κακῶς λέγειν, τό γʼ ἐρώτημα φυγεῖν, διπλοῦν ὂν τῷ μέλλοντι ὑπολήψεσθαι, καὶ καθάπερ τὰ παραδείγματα ἁπλῶς οὑτωσὶ περαίνειν· λέγω τὸ τοῦ κυβερνήτου καὶ τοῦ μηχανοποιοῦ καὶ τἄλλα. νῦν δʼ οὔτʼ ἐκ τῶν ἑτέρων ἀναγκαίας οὔσης τῆς ἀποκρίσεως οὔτε κατʼ ἀμφότερα ἁλωσίμου, σχίζει τὴν ὑπόθεσιν καὶ δίδωσι τὰ δεύτερα τῷ Καλλικλεῖ ἀμέλει καὶ λέγει οὐχ ἁπλοῦν ἔτι τοῦτʼ ἐρωτᾷς. εἰσὶ μὲν γὰρ οἳ κηδόμενοι τῶν πολιτῶν λέγουσιν ἃ λέγουσιν, εἰσὶ δὲ καὶ οἵους σὺ λέγεις. νὴ Δίʼ, εἴποι τις ἂν, αὐτὸ γὰρ τοῦτο προθυμεῖ, τὸ δεῖξαι καὶ διελέσθαι διττὸν εἶναι τὴν ῥητορικὴν, τὴν μὲν ὑπὲρ τοῦ βελτίστου, τὴν δὲ πρὸς ἡδονήν. ἐγὼ δʼ εἰ μέν ἐστι διπλοῦν ἡ ῥητορικὴ ἢ μὴ τότε δεῖν οἰήσομαι ζητεῖν, ὅταν καὶ τὴν φιλοσοφίαν εἰ διπλοῦν ἐστιν ἐπισκοπώμεθα καὶ τήν γε ἰατρικὴν καὶ τὴν κυβερνητικὴν, διὰ τοὺς ἐφʼ ἑκάστῃ τῶν ἐπιστημῶν τοῦ δέοντος ἁμαρτάνοντας. πολλὰ δʼ ἂν φαίην, πρῶτον μὲν ὅτι οὐχ οὕτως ἐλέγετο ἐν τοῖς λόγοις τοῖς πρὸς Πῶλον, ἀλλʼ ἁπλῶς οὑτωσὶ πολιτικῆς μορίου εἴδωλον ἤκουεν ἡ ῥητορική· ἔπειθʼ ὅτι εἰ τὰ μάλιστα διπλοῦν ὑπελάμβανε τὴν ῥητορικὴν, οὐκ ἐν οἷς γε λόγοις κακῶς αὐτὴν λέγειν προῄρητο, ἐν τούτοις προσῆκεν ἐπαινοῦντα φαίνεσθαι, οὐδʼ ἐξ ὧν ἤλεγχεν ἀφιέναι. χωρὶς γάρ ἐστι διπλοῦν εἶναι φάσκειν καὶ πειρώμενον καθάπαξ φαῦλον ὂν δεῖξαι μὴ δύνασθαι. πῶς γὰρ οὐκ ἄτοπον, εἰ μὲν ἤλεγξεν ὡς ἔστι κολακεία τοῦτʼ ἂν ἰσχυρὸν μένειν, ἐπεὶ δʼ οὐδαμοῦ τοῦτο διδάξαι δεδύνηται, καταφεύγειν εἰς τὸ διπλοῦν εἶναι λέγειν; τὸ δὲ δὴ πάντων μέγιστον, εἰ γὰρ ᾤετο χρῆναι τοὺς μὲν ἐπαινεῖν τῶν ῥητόρων, τοὺς δὲ κακῶς λέγειν, τί δή ποθʼ ὁ Σωκράτης, αὐτὰ δὴ ταῦθʼ ὑπολαβὼν ἐξαρκεῖ·