Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
276.p205
276.p205
εἰ γὰρ καὶ τοῦτʼ ἐστὶ διπλοῦν, τὸ μὲν ἕτερον τούτου κολακεία ἂν εἴη καὶ αἰσχρὰ δημηγορία, τὸ δʼ ἕτερον καλὸν, τὸ παρασκευάζειν ὅπως ὡς βέλτισται ἔσονται τῶν πολιτῶν αἱ ψυχαὶ, καὶ διαμάχεσθαι λέγοντα τὰ βέλτιστα, εἴτε ἡδίω εἴτʼ ἀηδέστερʼ ἐστὶ τοῖς ἀκούουσιν· οὕτω θεὶς καὶ διελόμενος πάλιν πρὸς θάτερον φιλονείκως ἀπέκλινεν ἐπειπὼν ὅτι ἀλλʼ οὐ πώποτε σὺ ταύτην εἶδες τὴν ῥητορικήν· ἢ εἴ τινʼ ἔχεις τῶν ῥητόρων τοιοῦτον εἰπεῖν, τί οὐ καὶ ἐμοὶ αὐτὸν ἔφρασας ὅστις ἐστί; μὴ γὰρ ὅτι οὑτωσὶ λέγει τῷ ῥήματι, οὐ πώποτε εἶδες· μάλιστα μὲν γὰρ τί σοι τοῦτο διαφέρει, εἰ καὶ μὴ εἶδον, ἔχω δʼ εἰπεῖν. ἔπειτʼ οὐδὲ οὓς ἐλέγχει δὴ τούτους, τῶν τότε ὄντας ἐλέγχει ῥητόρων, οὐδʼ οὓς εἶδεν ὁ Καλλικλῆς, ἀλλʼ οὓς ἀκούειν αὐτὸν εἰκὸς εἶναί φησιν. οὐκοῦν ὅτε τούτους ἐλέγχειν πειρᾶται, κατὰ πάντων ἐθέλει λέγειν. οὕτω κατηγορῶν μὲν ὡς ἁπλῶς κακοῦ τῆς ῥητορικῆς ἠναγκάσθη διπλοῦν αὐτὸ θέσθαι, θέμενος δὲ διπλοῦν αὖθις αὖ τοῦτʼ ἀναιρεῖν πειρᾶται τῷ κατὰ πάντων ἐθέλειν λέγειν. δῆλον δὲ καὶ τοῖς ἀμοιβαίοις. ἔχει γὰρ οὑτωσὶ ἀλλὰ μὰ τὸν Δίʼ οὐκ ἔχω σοι εἰπεῖν τῶν νῦν ῥητόρων οὐδένα. τί δαί; τῶν παλαιῶν ἔχεις τινʼ εἰπεῖν; δῆλον ὅτι ὡς οὐδʼ ἐκείνων οὐδενὸς χρηστοῦ γεγενημένου. τί γὰρ ἂν βουλόμενος ἢ τούτους ἔψεγε τῶν παλαιῶν ὄντας, ἢ ʼκεῖνον ὅλως εἴ τινα τῶν πάντων εἰπεῖν ἔχει προὐκαλεῖτο; καίτοι πῶς οὐκ ἐναντίον περιφανῶς λέγειν μὲν ὡς οὔπω ταύτην εἶδε τὴν ῥητορικὴν, ὅπερ αὐτῷ βούλεται μηδένα πω τοιοῦτον γεγενῆσθαι ῥήτορα, πάλιν δʼ ἀποφαίνειν ὡς Ἀριστείδης τοιοῦτος εἴη γεγονώς; τούτων γὰρ ἀνάγκη δή που θάτερον ψεῦδος εἶναι. καὶ πρὸς τοσοῦτον ἧκε τοῦ διαφωνεῖν αὐτὸς αὑτῷ ὥσθʼ ἅμα μὲν λέγειν ὡς οὐδεὶς Ἀθήνησι πολίτης εἴη