Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 277 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
277.p206
277.p206
ἀγαθὸς γεγενημένος, ἅμα δʼ ὡς καὶ ἄλλοθι τοιοῦτοι γεγόνασι μαρτυρεῖν, καὶ προσμαντεύεσθαί γε ὅτι καὶ γενήσονται.
277.p207
277.p207
ἴσως δʼ ἄν τις κἀκεῖνο θαυμάσειεν, ὅτι τέτταρας μὲν ἐφεξῆς εἶπε κακῶς, καὶ ταῦτα τῶν Ἑλλήνων οὐ τοὺς φαυλοτάτους, ἑνὸς δὲ πρὸς εὐφημίαν ἐμνήσθη μόνου, καὶ παρῆλθε μὲν, Νικίαν τὸν Νικηράτου, καὶ ταῦτα τῶν ἐφʼ αὑτοῦ ῥητόρων ὄντα, ὅτι μὴ καὶ τούτου πρὸς διαβολὴν μᾶλλον ἐμνημόνευσεν ἐν ᾧ γʼ ἐμνημόνευσε μέρει τοῦ λόγου. οὐ γὰρ τῆς γε πολιτείας αὐτοῦ λόγον οὐδένα ἐποιήσατο. καίτοι Νικίας οὕτως ἦν πόρρω τοῦ πρὸς ἡδονὴν τοῖς πολίταις δημηγορεῖν καὶ τοῦ τὰς ἐπιθυμίας συναύξειν αὐτοῖς, ὥστε κρατοῦντας μὲν τῷ προτέρῳ πολέμῳ Λακεδαιμονίων τοσοῦτον ἔπεισεν εἰρήνην ποιήσασθαι καὶ μηδὲν πλέον ζητεῖν, πάλιν δὲ τινῶν τῶν Σωκράτους μὲν ἀκηκοότων πολλὰ δὴ καὶ πολλάκις περὶ τούτων, πειθομένων δʼ οὐ πάνυ τοῖς ἐκείνου λόγοις, ἐναγόντων Ἀθηναίους πλεῖν εἰς Σικελίαν καὶ πράγμαθʼ αἱρεῖσθαι πρὸς ἅπαντας ἀνθρώπους, ἁπάσας ἠφίει φωνὰς, ἀντιλέγων ὑπὲρ τοῦ βελτίστου καὶ διαμαχόμενος ὡς οἷά τις ἂν τῶν ἐπʼ ἔσχατον ἡκόντων φιλοσοφίας. εἰ δὲ τοὺς μὲν ὡς τῷ δήμῳ προσκειμένους κόλακας προσεροῦμεν, τοῖς δʼ ὡς ὀλιγαρχικοῖς ἐπιτιμήσομεν οὑτωσὶ διʼ ἀπορρήτων, καὶ τὰ μὲν οὐκ ὄντα ἐλέγχειν πειρασόμεθα, διʼ ὧν δʼ ἐλεγχόμεθα ἑκόντες παραλείψομεν, οὐκ ἔστιν ὅπως οὐ λαβήν τινι τῶν ῥητόρων δώσομεν. χρῆν μὲν οὖν ἴσως καὶ Νικίαν εἶναί τι συγχωρῆσαι, κἂν εἰ μὴ ἐπαινεῖν αὐτὸν ἐβούλετο, οὑτωσὶ μεμνημένον, αἰσχυνθῆναί τε παρʼ αὐτῷ καὶ τὴν πολιτείαν αὐτοῦ νομίσαι τοῖς κατὰ πάντων λόγοις ἐμποδὼν εἶναι. εἴτε γὰρ καὶ τοῦτον ἃ τοὺς ἄλλους ἔψεγεν οὐκ ἀληθῆ λέγων ἂν ἐφαίνετο εἴτʼ οὐδὲν ἔχων τοῦτον αἰτιάσασθαι πάντας ὁμοίως ἔλεγε κακῶς, οὐδʼ οὕτως ἀληθὴς ὁ λόγος. καὶ μὴν ὅτι καὶ τοῦτον κακῶς εἴρηκε δῆλον. ἔστι γὰρ εἷς

Intertext edge

Open linked passage

Note