Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 278 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
278.p208
278.p208
τῶν ἐπʼ ἐκείνου ῥητόρων, τούτους δʼ ἅπαντας εἴρηκε δή που κακῶς. εἰ δʼ ἄρα καὶ τὸν Νικίαν εὐκαταφρόνητον ἡγεῖτο, ἀλλʼ οὐχ ὅ γε δή που Σόλων ἐλάνθανεν αὐτὸν ὅσου τινὸς ἄξιος γένοιτο ἐπὶ τῶν προτέρων τῇ πόλει. οὐ γὰρ καὶ περὶ ἐκείνου γʼ ἔμελλεν ἐρήσεσθαι τίνα βελτίω τῶν δούλων ἢ τῶν ἐλευθέρων ἐποίησεν, οὐδʼ ὡς ἄνευ τάξεως καὶ κοσμιότητος τὴν πόλιν φόρων καὶ φλυαριῶν ἐνέπλησεν ὀνειδιεῖν. ἀλλʼ εἰ μὴ ἐκεῖνος αὐτοὺς νομίμους καὶ κοσμίους ἐκ τῶν δυνατῶν ἐποίησεν, ἄλλος γέ τις ἂν δόξειεν. ἐκεῖνος μέντοι παρὸν αὐτῷ στασιαζούσης τῆς πόλεως ὁποτέρων βούλοιτο προστάντι τυραννεῖν, ἀπεχθάνεσθαι μᾶλλον ἀμφοτέροις εἵλετο ὑπὲρ τοῦ δικαίου· καὶ τῶν μὲν πλουσίων ὅσον καλῶς εἶχεν ἀφεῖλε, τῷ δήμῳ δʼ οὐκ ἔδωκεν ὅσον ἐβούλετο, ἔστη δʼ ἐν μεθορίῳ πάντων ἀνδρειότατα καὶ δικαιότατα, ὥσπερ τινὰς ὡς ἀληθῶς ἐκ γεωμετρίας περιγραπτοὺς φυλάττων ὅρους· καὶ οὔτε φόβος τῶν ἰσχυροτέρων οὔτε τιμὴ παρὰ τῶν πολλῶν οὔτʼ ἄλλο τοιοῦτον οὐδὲν προηγάγετο αὐτὸν, οὐδʼ ἐξέστησεν, οὐδʼ ἐπῆρε παρʼ ἃ βέλτιστα ἡγεῖτο πρᾶξαί τι. οὕτως οὔτʼ αὐτὸς ᾤετο δεῖν τοῦ ἰδίου ἕνεκα τοῦ αὑτοῦ δημηγορεῖν καὶ τοῦ τοῖς ἄλλοις ἀποπιμπλάναι τὰς ἐπιθυμίας παμπληθὲς ἀπεῖχε. καίτοι τί φησι Πλάτων; εἰς τοὺς ποιητὰς αὐτὸν τιθέναι. νὴ Δία τῶν τριμέτρων ἕνεκα καὶ τῶν ἐλεγείων. ἔστω ταῦτα. σὺ τοίνυν αὐτὸς φῂς ὅτι εἴ τις τῆς ποιήσεως περιέλοι τὸ μέτρον καὶ τὸν ῥυθμὸν, δημηγορία δὴ τὸ λειπόμενόν ἐστιν. ὥστʼ εἰ καὶ μηδεπώποτʼ ἐφθέγξατʼ ἐπὶ τοῦ βήματος, τὰ δὲ ποιήματα ᾖδε μόνα, κατά γε σὲ καὶ τὴν σὴν ψῆφον ἐδημηγόρει. ἢ πρὸς θεῶν ἂν μέν τι δέῃ κακῶς εἰπεῖν ἐκ ποιητικῆς ῥητορικὴν, ἕν τι καὶ ταυτὸν εἶναι φήσομεν, ἢ μικρόν τι διαλλάττειν, ὅταν δʼ ὡς ἀληθῶς οἱ ποιηταὶ ῥητορεύωσι καὶ τὰ βέλτιστα καὶ τὰ χρησιμώτατα ἀκούειν λέγωσιν, ἄλλο τι τοῦτʼ ἤδη φήσομεν εἶναι καὶ διαφέρειν πολλῷ τινι; οὔκουν δίκαιόν γε οὐδʼ

Intertext edge

Open linked passage

Note