Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 280 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
280.p210
280.p210
εὐφημίᾳ, τεττάρων δʼ ἐπὶ τοῖς ἑτέροις ἐμνημόνευσεν. ὅτι τοίνυν οὐδʼ ὃν ἐπῄνεσεν οὐδαμῶς ἐν καιρῷ τοῖς λόγοις ἐπῄνεσε τοῖς ἑαυτοῦ, ἀλλὰ κἀνταῦθα οὗ ἥκιστα αὐτῷ συνέφερεν ἐμνημόνευσεν, ὑπερβολὴ μὲν εἶναι δόξει τις, ὅμως δʼ ἔγωγε καὶ τοῦτο οὐ χαλεπῶς οἴομαι δείξειν. κατηγόρηκε γὰρ τοῦ Μιλτιάδου καὶ Κίμωνος καὶ Θεμιστοκλέους δὴ καὶ Περικλέους, ὅτι τῷ δήμῳ προσέκρουσαν, καὶ μέγιστον τοῦτο σύμβολον πεποίηται τοῦ μηδὲν βελτίους ὑπʼ αὐτῶν Ἀθηναίους γεγονέναι, προσῆκον, εἴπερ γε ἦσαν αὐτοὶ δίκαιοι καὶ δικαίους ἐποίουν. τὸν δὲ Ἀριστείδην ἐπῄνεκεν ὡς καλὸν κἀγαθὸν καὶ δίκαιον. φαίνεται δὲ καὶ οὗτος οὐδὲν πρᾳοτέρων τῶν Ἀθηναίων τυχὼν εἰς αὑτὸν, ἀλλὰ καὶ αὐτὸς ἐξοστρακισθεὶς εὖ καὶ καλῶς, καὶ νὴ Δίʼ, ὡς ἐγᾦμαι, πρότερος μὲν τοῦ Κίμωνος, πρότερος δὲ καὶ τοῦ Θεμιστοκλέους. ἑλοῦ δὴ κἀνταῦθα ὁπότερον βούλει δυοῖν. εἰ μὲν γὰρ ἐκ τῶν συμφορῶν δεῖ τοὺς ἄνδρας θεωρεῖν, κἂν ὁ δῆμός του καταψηφίσηται, φαῦλον εὐθέως ἡγεῖσθαι, οὐδὲν βελτίων ἐκείνων οὗτος· οὐδὲ γὰρ αὐτὸς ἀθῶος φαίνεται διαφυγὼν, ἀλλὰ ταὐτὰ παθὼν ἐκείνων ἐνίοις· εἰ δʼ αὖ μηδὲν κωλύει τὸν Ἀριστείδην χρηστὸν νομίζεσθαι, μηδʼ εἰ πολλάκις ἐξωστρακίσθη, τί λέγεις κατʼ ἐκείνων ὡς ἰσχυρὸν τὸ προσκροῦσαι; τὸ γὰρ αὐτὸ δίκαιον ἐπʼ ἀμφοῖν, καὶ οὐδʼ αὐτὸς ἐκεῖνος ἄλλως ἂν, εἰ περιῆν, ἔφη, δίκαιός γε ὢν, ὡς σὺ φῄς. ἢ τοίνυν καὶ τοῦτον ψέγειν ἢ μηδʼ ἐκείνους αἰτιᾶσθαι προσῆκον ἐκ τῶν αὐτῶν δείκνυται. ὡς τοίνυν καὶ πάντας ἐπαινεῖ λαμπρῶς καὶ οὐ μόνον ἐξ ὧν τῆς αἰτίας ἀφῆκεν αὐτοὺς ἣν ᾐτιάσατο, οὐδʼ ἐξ ὧν τῷ γε Ἀριστείδῃ τὴν πρέπουσαν εὐφημίαν ἀπέδωκεν, οὐδὲν κύριόν ἐστι τῶν βλασφημιῶν, ἀλλὰ καὶ ἐξ ὧν ἄντικρυς ταὐτὰ ἐμοὶ φθέγγεται, περὶ τούτων βραχὺς ἀρκέσει μοι λόγος. ὁ γὰρ τοὺς Μαραθῶνι προκινδυνεύσαντας ἐπαινῶν εἰς ἀρετὴν καὶ φάσκων πατέρας τῆς ἐλευθερίας τοῖς

Intertext edge

Open linked passage

Note