Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 281 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
281.p211
281.p211
Ἕλλησιν εἶναι, καὶ προσέτι γε τῇ ἠπείρῳ πάσῃ, καὶ πάλιν τοὺς τὰ δεύτερα ἐκδεξαμένους ἐγκωμιάζων, τοὺς ἐπʼ Ἀρτεμισίῳ καὶ Σαλαμῖνι ναυμαχήσαντας, καὶ τούς γε εἰς Κύπρον καὶ Παμφυλίαν πλεύσαντας, καὶ βεβαίους τῆς ἐλευθερίας τοῖς Ἕλλησι στήσαντας τοὺς ὅρους, καὶ τοὺς Ἕλληνας αὖ τῆς ἀγνωμοσύνης αἰτιασάμενος τοὺς ἐπὶ τὴν γῆν ἐκείνων στρατεύσαντας, καὶ τοὺς ἑλόντας τοὺς ἡγουμένους αὐτῶν ἐπαινῶν τὰ πρέποντα, καὶ λόγον πανηγυρικὸν διεξιὼν αὐτοκέλευστος ἐπʼ αὐτοῖς, τί ἄλλο οὗτος ἢ τὸν Μιλτιάδην καὶ τὸν Θεμιστοκλέα καὶ τὸν Κίμωνα καὶ τὸν Περικλέα κοσμεῖ τοῖς λόγοις τούτοις; ὅταν γὰρ τὰ πολιτεύματʼ αὐτῶν ἐπαινῇ, πῶς οὐκ αὐτοὺς ἐπαινεῖ; οὐ γὰρ ἐκεῖνό γʼ ἔστιν εἰπεῖν. ὡς ἃ τοῖς πεισθεῖσιν ἀρετῆς ἔχει δείγματα, ταῦτʼ ἐν κακίᾳ χρὴ κατὰ τῶν πεισάντων λαμβάνειν, οὐδʼ ὡς τοὺς μὲν διακονήσαντας ὡς ἀγαθοὺς ἄνδρας ἐπαινεῖν, τοὺς δʼ εἰσηγησαμένους ταῦτα καὶ συμβουλεύσαντας διακόνους πειρᾶσθαι τῷ λόγῳ ποιεῖν· οὐδʼ ὧν αἱ προαιρέσεις τῆς ἐλευθερίας τοῖς Ἕλλησιν ἦρξαν, τούτους ὡς ταῖς τῶν πολιτῶν ἐπιθυμίαις ἐδούλευον λέγειν. εἰ μὲν γὰρ ἄλλως ταῦτʼ ἐστὶ λόγου χάρις τε καὶ ἡδονὴ, τί τῆς ῥητορικῆς ταῦτα κατηγορεῖ; καὶ τί τῶν κολάκων εἷς γίγνεται λέγων τὰ ἡδίω πρὸ τῶν ὄντων, καὶ ταῦτα μηδεμιᾶς ἀνάγκης ἐπούσης; εἰ δʼ ἐφʼ ἅπασι δικαίοις καὶ μετὰ τῆς ἀληθείας εἴρηται, τίνι χρὴ μείζονι λῦσαι τὰς βλασφημίας; ἢ τίνα καλλίω ποιήσασθαι μάρτυρα αὐτοῦ Πλάτωνος, ὅταν ἐνταυθοῖ μὲν καὶ παραχρῆμα ἀφιεὶς φαίνηται τῆς αἰτίας αὐτοὺς, ἑτέρωθι δὲ καὶ καθάπαξ ἐγκωμιάζων καὶ τὸν Στησίχορον μιμούμενος τῇ παλινῳδίᾳ; καὶ μὴν καὶ τοὺς νόμους γε τιθεὶς τῶν Μηδικῶν * * ἄλλα τε δὴ περὶ τῆς πολιτείας τῆς κατʼ ἐκείνους τοὺς ῥήτορας ἥκιστα τοῖς τῆς κολακείας ἐγκλήμασι συμβαίνοντα καὶ ὅτι εἰ μὴ τὸ Ἀθηναίων καὶ Λακεδαιμονίων διανόημα ἔσωσε

Intertext edge

Open linked passage

Note