Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
282.p212
282.p212
τοὺς Ἕλληνας, τῆς γε ἄλλης Ἑλλάδος οὐδαμῶς ἄν τις εὐσχήμονα κατηγοροίη, δίκαια λέγων καὶ τὰ ὄντα.
282.p213
282.p213
οὐκοῦν τοῖς γε Ἀθηναίοις εὐσχημόνως ταῦτα ἐπράττετο· εἰ δὲ εὐσχημόνως, καὶ τεταγμένως· εἰ δὲ τεταγμένως, καὶ κοσμίως. κοσμίως ἄρα ἦγον αὐτοὺς οἱ κεκοσμηκότες καὶ οὔτʼ αὐτοὶ ᾤοντο δεῖν λέγειν εἰκῆ οὔτʼ ἐκείνους πράττοντας ὅ τι τύχοιεν περιορᾶν. οὐκ ἄρα χωρὶς σωφροσύνης φόρων καὶ συμμάχων καὶ τῶν τοιούτων ἐνέπλησαν τὴν πόλιν, εἴπερ δεῖ τοῖς Πλάτωνος πείθεσθαι λόγοις καὶ νόμοις. ἔτι δʼ αὐτὸ δείξω σαφέστερον καὶ κατὰ ῥῆμα ἐπεξιών· ἔστι γὰρ οὕτως ἔχοντα ἡμῖν γὰρ κατʼ ἐκεῖνον τὸν χρόνον, ὅτε ἡ Περσῶν ἐπίθεσις τοῖς Ἕλλησιν, ἴσως δὲ σχεδὸν ἅπασι τοῖς τὴν Εὐρώπην οἰκοῦσιν ἐγίγνετο, πολιτεία τε ἦν παλαιὰ καὶ ἐκ τιμημάτων ἀρχαί τινες τεττάρων, καὶ δεσπότις ἐνῆν τις αἰδὼς, διʼ ἣν δουλεύοντες τοῖς τότε νόμοις ζῆν ἠθέλομεν. οὐκοῦν ὅταν αἰδουμένους μοι διδῷς αὐτοὺς, ἐπιεικεῖς ἄνδρας εἶναι δίδως. καὶ πρὸς τούτοις δὴ τὸ μέγεθος τοῦ στόλου κατά τε γῆν καὶ κατὰ θάλατταν γενόμενον φόβον ἄπορον ἐμβαλὸν δουλείαν ἔτι μείζονα ἐποίησεν ἡμᾶς τοῖς τε ἄρχουσι καὶ τοῖς νόμοις δουλεῦσαι. εὖ γε, ὦ φίλτατε Ἑλλήνων. τόν τε γὰρ δῆμον οἷς μάλιστα προσήκει δουλεῦσαι λέγεις ἄρχουσι καὶ νόμοις, τούς τε προεστηκότας αὐτῶν ἄρχειν καὶ κρατεῖν, οὐ κολακεύειν οὐδὲ ἄρχεσθαι. καὶ διὰ ταῦτα πάνθʼ ἡμῖν ξυνέπεσε πρὸς ἡμᾶς αὐτοὺς σφοδρὰ φιλία. ταῦτα πάνθʼ ὡς ἀληθῶς εὐφημίας μεστὰ καὶ κατὰ τοῦ δήμου καὶ κατὰ τῶν προεστηκότων. ἔπειτα προελθὼν ἐπὶ δὲ τῆς ἐλπίδος φησὶν ὀχούμενοι ταύτης εὕρισκον καταφυγὴν αὑτοῖς εἰς αὑτοὺς μόνους εἶναι καὶ τοὺς θεούς. οὐκοῦν ἐσωφρόνουν πάντες γε, ὡς ἔγωγε οἶμαι, μᾶλλον. ταῦτʼ οὖν αὐτοῖς πάντα φιλίαν ἀλλήλων ἐποίει, ὁ φόβος ὁ τότε παρὼν ὅ τʼ ἐκ τῶν νόμων τῶν ἔμπροσθεν γεγονὼς, ᾧ δουλεύοντες τοῖς ἔμπροσθεν νόμοις ἐκέκτηντο, ἣν αἰδῶ πολλάκις ἐν τοῖς ἄνω λόγοις εἴπομεν, καὶ ᾗ δουλεύειν ἔφαμεν