Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
283.p214
283.p214
δεῖν τοὺς μέλλοντας ἀγαθοὺς ἔσεσθαι. ἀπήλλαξας ἅπασαν ἀμφισβήτησιν, ἀγαθοὺς προσειπὼν τοὺς ἄνδρας, καὶ ταῦτα οὐ μόνον αὐτοὺς, ἀλλὰ καὶ τοὺς προσέχοντας αὐτοῖς. πῶς οὖν ἢ ʼκείνους ὡς διεφθαρμένους, ἢ τούτους ὡς διεφθαρκότας αἰτιᾷ; ἢ πῶς ἔνεστι μὴ ἀγαθοὺς εἶναι οἷς τὸ δουλεύειν ἀγαθὸν εἶναι τίθης; εἶεν. κοινῇ μὲν δὴ τοὺς ἄνδρας οὕτως ἐπῄνεκεν ἡμῖν λέγων τοὺς τότε προστάντας, πανηγυρίζων τε καὶ νομοθετῶν, ἰδίᾳ δʼ αὖ τὸν Περικλέα ποῦ καὶ πῶς, ὃν ἐνταῦθα προθυμότατα εἴρηκε κακῶς; τὸ μὲν τοίνυν ὅπου τί δεῖ λέγειν; τὸ δὲ ὅπως εἰρήσεται. προσπεσὼν γὰρ, οἶμαι, τοιούτῳ ὄντι Ἀναξαγόρᾳ μετεωρολογίας ἐμπλησθεὶς καὶ ἐπὶ φύσιν νοῦ τε καὶ διανοίας ἀφικόμενος, ὧν γε δὴ πέρι τὸν πολὺν λόγον ἐποιεῖτο Ἀναξαγόρας, ἐντεῦθεν εἵλκυσεν ἐπὶ τὴν τῶν λόγων τέχνην τὸ πρόσφορον αὐτῇ. οὐκοῦν ἐνταυθοῖ δύο μαρτυρεῖ, καὶ τὴν ῥητορικὴν οὐκ ἄτεχνον τριβὴν εἶναι, ἀλλὰ τέχνην περὶ λόγους, καὶ τὸν Περικλέα κράτιστον ἐν αὐτῇ, καὶ τὴν αἰτίαν προστίθησι. τοσοῦτον ἀπέχει τοῦ κολακείαν ἢ διακονίαν ὀνειδίζειν. οὐκοῦν οὐχ ἡ ῥητορικὴ φαῦλον ἐκ τῆς τοῦ Περικλέους πολιτείας φαίνεται, ἀλλʼ ὁ Περικλῆς ἄριστος τὴν ῥητορικὴν ἐν τούτοις τοῖς λόγοις ἐγγέγραπται. φαίνεται τοίνυν αἰτιασάμενος μὲν κοινῇ τοὺς ἄνδρας ὡς διακόνους καὶ κόλακας, πάλιν δὲ τῆς αἰτίας ἀφιεὶς αὐτοὺς, τούτου δʼ ἕνεκʼ αἰτιασάμενος, τοῦ μηδένα δόξαι ῥήτορα χρηστὸν Ἀθήνησι γεγονέναι, πάλιν δʼ αὖ τῶν ῥητόρων ἕνα τῶν Ἀθήνησιν ἐπαινῶν, καὶ ταῦτα τοῖς αὐτοῖς ἐνεχόμενον οἷσπερ οὗτοι, τὸν Ἀριστείδην λέγω, καὶ δυοῖν θάτερον, ἢ μὴ προσήκοντα ἐπαινούμενον, ἢ ʼκείνους δεικνύντα ἃ μὴ προσῆκεν ἀκηκοότας, ἔτι δʼ οὐ τοῦτον μόνον, ἀλλὰ καὶ πάντας ἐφεξῆς αὐτοὺς ἐπῃνεκὼς ἑτέρωθι, ἡνίκʼ οὐδεμιᾶς ἐστι φιλονεικίας, καὶ πάλιν γʼ ἰδίᾳ τὸν Περικλέα φάσκων τελεώτατον εἰς τὴν ῥητορικὴν γεγονέναι. πῶς