Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 285 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
285.p216
285.p216
τοῦτο πεπονθέναι, ἀλλὰ καὶ τοὺς πολλοὺς τῶν τὰ τῆς πόλεως πραττόντων, κατασκευάσας κἀνταῦθα ὁδόν τινα αὑτῷ κατὰ τοῦ Περικλέους, πειρᾶται κἀκείνῳ τὴν αὐτὴν αἰτίαν περιάπτειν, οὐδὲν προκαλυπτόμενος, ἀλλʼ ὡς τὸ λεγόμενον δὴ τοῦτο, οὔτε γράμματα οὔτε νεῖν εἰδότα ἐλέγχειν ἀξιῶν. καίτοι χωρὶς τοῦ μὴ ὁμολογεῖν ταῦτʼ ἐκείνοις, πότερον κρεῖττον ἦν, εἴπερ καὶ τἀναντία ἔδει λέγειν περὶ τοῦ ἀνδρὸς, πρὸς μὲν τὸν Φαῖδρον τὸν Μυρρινούσιον καὶ μηδὲν προσήκοντα τὰ δυσχερέστατα εἰπεῖν, πρὸς δὲ τὸν Ἀλκιβιάδην ἐκεῖνα τὰ ἐπιεικέστερα, ἢ πρὸς τὸν Φαῖδρον ἐπαινέσαντα κακῶς λέγειν πρὸς ἐκεῖνον; ἐγὼ μὲν ἐκεῖνο οἶμαι. ἐλέγχειν μὲν γὰρ δή που καὶ τοῦτον κἀκεῖνον βούλεται καὶ οὐκ ἔνεστʼ εἰπεῖν ὡς τὸν Ἀλκιβιάδην μὲν, τὸν Φαῖδρον δὲ οὔ. ὥστʼ εἰ πρὸς τοῦτον διὰ τοῦτο κατηγόρηκε τοῦ Περικλέους, εἰκὸς ἦν καὶ πρὸς ἐκεῖνον. τὸ διάφορον δὲ οὐ μικρόν. πρῶτον μὲν γὰρ περὶ συγγενοῦς πρὸς τοῦτον ἐβλασφήμει καὶ ἐπιτρόπου, καίτοι ὥσπερ οὐκ ἦν εἰκὸς τὸν πατέρα αὐτοῦ πρὸς αὐτὸν ψέγειν, οὐδʼ εἰ φαυλότατος τῶν πολιτῶν ἦν, οὕτως οὐδὲ τὸν θεῖον κακίζειν, οὐδʼ εἰ συνῄδει τι τοιοῦτον, εἰς καιρὸν ἐγίγνετο. οὐ γὰρ ὁμοίως ἐκείνῳ τε κακῶς ἀκούειν καὶ τούτῳ τῶν κατʼ ἐκείνου λόγων ἀκούειν προσῆκεν. ἔπειτα πρὸς ἄνθρωπον ἐγίγνονθʼ οἱ λόγοι μὴ ὅτι Περικλέους ῥᾳδίως ἂν ὑπερφρονήσαντα, ἀλλὰ τοιοῦτον ὥσθʼ ὅ γʼ Αἰσχίνης φησὶ περὶ αὐτοῦ ὅτι κἂν τοῖς δώδεκα θεοῖς ἥδιστα ἐπετίμησε. τοσοῦτον αὐτῷ φρονήματος περιῆν καὶ τοῦ μηδένα μηδενὸς ἄξιον εἶναι νομίζειν. διόπερ καὶ ὅ γʼ ἐκείνου Σωκράτης οὐ τὴν αὐτὴν ἐτράπετο. ἀλλὰ τί φησί; γνοὺς οὖν αὐτὸν ἐγὼ ζηλοτύπως ἔχοντα πρὸς Θεμιστοκλέα ἔπειτʼ ἐστὶν ὁ τοῦ Θεμιστοκλέους ἔπαινος, δυοῖν ἕνεκεν ὀρθῶς ἔχων οἶμαι, τῆς τε ἀληθείας καὶ τοῦ καιρὸν ἔχειν τῷ μειρακίῳ τοὺς λόγους. καὶ οὐ κακῶς λέγει τὸν Θεμιστοκλέα παρόντος ἐκείνου, ὅπως μὴ ἔτι μᾶλλον ἀκούων διαφθείροιτο, οὐδέ γε εἰς παραμυθίας μέρος αὐτῷ κατατίθεται τὸ μὴ μόνον αὐτὸν τῇ ἀμαθίᾳ συνοικεῖν, ἀλλὰ καὶ πάντας εἶναι

Intertext edge

Open linked passage

Note