Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
286.p217
286.p217
τοιούτους ὅσοι τὰ τῆς πόλεως πράττουσιν· οὐδαμῶς· ἀλλʼ ἀναγκάζει κλάειν θέντα τὴν κεφαλὴν ἐπὶ τὰ γόνατα ἀθυμήσαντα, ὡς οὐδʼ ἐγγὺς ὄντα τῷ Θεμιστοκλεῖ τὴν παρασκευήν· καὶ προσέτι συμμέτρως ἐπέτεινε τὸν λόγον. εἶπε γάρ που μεταξὺ λέγων ὡς οὐδʼ ἐκείνῳ ἡ ἐπιστήμη τοσαύτη οὖσα ἤρκεσεν, ἀλλʼ ἐνεδέησεν, ὥστε τὴν μὲν βλασφημίαν περιῃρῆσθαι, ὃ δʼ ἦν χρήσιμον εἰς τὸ προτρέψαι, παρʼ ἀμφοῖν ἐνεῖναι, καὶ παρὰ τῆς εὐφημίας καὶ παρὰ τοῦ μηδὲ ταῦτα ἀρκέσαι φῆσαι τῷ γε Θεμιστοκλεῖ.
286.p218
286.p218
οὕτω καίτοι τοῖς ἄλλοις Αἰσχίνης λειπόμενος Πλάτωνος, τοῦτό γε ἄμεινόν πως διεχείρισεν. ἀλλὰ γὰρ ὡς μὲν οὐκ ἄριστος τῶν Ἑλλήνων Πλάτων κάκιστος ἂν εἴη καὶ βαρβάρων ὅστις οὐκ ἐθέλει λέγειν. ἔοικε δέ τι καὶ τῆς φύσεως ἀπολαύειν, ὥσπερ οἱ βασιλεῖς τῆς ἐξουσίας, οἷον καὶ περὶ αὐτὴν τὴν λέξιν ἔστιν οὗ φανήσεται ποιῶν, ἀδείᾳ λόγων πλείονι χρώμενος, καὶ περί γε αὐτὰς τὰς ὑποθέσεις, οἷόν ἐστιν ἐν τῷ λόγῳ οὗ μικρῷ πρόσθεν ἐμεμνήμεθα. ὑπόκειται μὲν γὰρ αὐτῷ δή που Σωκράτης τὸν ἐπιτάφιον διεξιὼν, μέμνηται δὲ τῶν ἐν Κορίνθῳ τετελευτηκότων καὶ τῶν ἐν Λεχαίῳ καὶ τῆς εἰρήνης τῆς ἐπὶ Ἀνταλκίδου κληθείσης. καίτοι ἐτελεύτησε μὲν Σωκράτης ἐπὶ Λάχητος ἄρχοντος, τῆς δʼ ἐν Κορίνθῳ μάχης καὶ τῆς ἐν Λεχαίῳ μέσος ἄρχων Εὐβουλίδης. ἀπὸ δὲ Λάχητος εἰς Εὐβουλίδην ἕβδομος ἄρχων Εὐβουλίδης αὐτὸς, ἀπὸ δὲ Εὐβουλίδου πάλιν ἄρχων ὄγδοος Θεόδοτος, ἐφʼ οὗ ἡ εἰρήνη ἐγένετο. ὁμοῦ τετταρεσκαίδεκα οἱ σύμπαντες ἄρχοντες εἰς τὴν εἰρήνην ἀπὸ Λάχητος ἄρχοντος. ὥστε οὐ μόνον Σωκράτης οὐδὲν ἑοράκει τούτων, ἀλλʼ οὐδʼ ἠπίστατο δήπουθεν εἰ γενήσεται· οὐδʼ ἂν τὸ δαιμόνιον προὔλεγεν αὐτῷ περὶ τῶν τοσοῦτον μετʼ αὐτόν. ἕτερον τοίνυν. ἐν γὰρ τῷ Συμποσίῳ συνάγει μὲν εἰς ταυτὸν Ἀριστοφάνη καὶ Σωκράτη καὶ Ἀγάθωνα, ἔτι μειράκιον ὄντα, ὥς