Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 287 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
287.p219
287.p219
φησι. προάγει δὲ εἰς τοσοῦτον τοὺς χρόνους, ὥστε λέγων ὁ Ἀριστοφάνης, ἐπειδὴ τῆς λυγγὸς ἐπαύσατο, τὸν προβληθέντα λόγον μέμνηται καὶ οὗτος αὖ πάλιν Ἀρκάδων ὑπὸ Λακεδαιμονίων διῳκισμένων. διῳκίσθησαν δὲ Μαντινεῖς ὑπὸ Λακεδαιμονίων ἤδη τῆς εἰρήνης ὀμωμοσμένης. οὕτως ἐστὶ ταῦτʼ ἐκείνων ἔτι νεώτερα. πῶς οὖν ἢ Ἀριστοφάνης ἂν εἴη λέγων ταῦτα, ἢ Σωκράτης ἀκούων ἢ Ἀγάθων ἔτι μειράκιον περὶ τούτους τοὺς χρόνους; πῶς δʼ ἂν καὶ Ἀλκιβιάδης κωμάζοι παρʼ αὐτοὺς, καὶ οὗτος νέος τε ὢν ἔτι καὶ καλὸς, ὃς πρότερος τοῦ Σωκράτους ἐτεθνήκει, βιοὺς τόσα καὶ τόσα ἔτη τὰ σύμπαντα; εἰ μὴ ἄρα ἐν τῷ Ἠλυσίῳ πεδίῳ τὸ συμπόσιον συνεκροτεῖτο. τίς δὲ καὶ ἡ λὺγξ ἡ τοῦ Ἀριστοφάνους; καὶ ποῦ σὺ τοῦτʼ ἐτήρησας; ἀλλʼ οἶμαι λύζειν αὐτὸν ἔδει, ἵνα εἰς ἀπληστίαν σκωφθῇ. εἰ δέ τις τῇ Πλάτωνος δόξῃ περὶ πάντων ἰσχυρίζοιτο, καὶ φάσκοι μὲν ζῆν Σωκράτη, ὅτε ὁ τῶν ἐν Κορίνθῳ καὶ Λεχαίῳ τετελευτηκότων ἐλέγετο ἐπιτάφιος, πίνειν δʼ ἐν Ἀγάθωνος μετὰ τὴν εἰρήνην, λύζειν δʼ Ἀριστοφάνη ἐν τῷ συμποσίῳ, κωμάζειν δὲ Ἀλκιβιάδην, μειράκια δʼ εἶναι τηνικαῦτα Ἀγάθωνα καὶ Ἀλκιβιάδην, ὁμοῦ δʼ εἶναι πάντα χρήματα, πῶς οὐχὶ ληρήσει μὴ προσεξετάζων, εἴ τι καὶ κατʼ ἐξουσίαν ἁνὴρ λέγοι, ἀλλʼ ὥσπερ παῖς ἔμβραχυ τοῦτʼ ἀρκεῖν ὑπολαμβάνων ὅ τι φαίη Πλάτων; ἢ εἴ τις αὖ πείθοιτο τὸν Αἰγύπτιον δαίμονα τὸν Θεῦθ, οὕτω γὰρ αὐτὸς εἴρηκε τοὔνομα αὐτοῦ, τοῦτον περὶ Ναύκρατιν τῆς Αἰγύπτου γενέσθαι, καὶ μὴ ἐθέλοι συγχωρεῖν ὅτι ἐστὶ μὲν Ἑλλήνων Ἑρμῆς φωνὴ, ἀπὸ δὲ Ναυκράτιδος εἰς τὴν ἐπώνυμον πόλιν αὐτοῦ καὶ οὗ πάντες αὐτὸν ὁμολογοῦσιν Αἰγύπτιοι γενέσθαι ἀνάπλους ἡμερῶν ἐστιν οὐκ ὀλίγων; οὐ τοίνυν εἰ Πλάτων πολὺ πρῶτος τῶν Ἑλλήνων, ταυτόν ἐστι Ναύκρατίς τε καὶ Ἑρμοῦ πόλις, οὐδʼ αὖ περὶ Ναύκρατιν,

Intertext edge

Open linked passage

Note