Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
288.p220
288.p220
ἀλλʼ οὐκ ἐν τῇ ἑαυτοῦ πόλει δεῖ δὴ τὸν Ἑρμῆν γεγενῆσθαι δοκεῖν· οὐδέ γε Εὐριπίδου φήσομεν οἶμαι τὸ ἰαμβεῖον εἶναι τὸ
288.p220
σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ,
288.p220
οὐδʼ εἴ τις οὕτω τῶν σοφῶν εἴρηκεν· ἔστι γὰρ ἐξ Αἴαντος Σοφοκλέους, Αἴαντος τοῦ Λοκροῦ. ἀλλʼ ἐστὶ ταῦτα ἀπὸ τῆς τῶν διαλόγων ἐξουσίας καὶ συνηθείας ὡρμημένα. τῷ γὰρ ἅπαντας αὐτοὺς ἐπιεικῶς εἶναι πλάσματα καὶ πλέκειν ἐξεῖναι διʼ ὧν ἄν τις βούληται, ἔνεστί τι κἀν τοῖς λόγοις αὐτοῖς οὐ σφόδρα τηροῦν τὴν ἀλήθειαν. καὶ ἅμα μοι δοκεῖν ἐφέλκεταί τι τῆς ἐλευθερίας καὶ τῆς μεγαλοπρεπείας, καὶ οὐ παντάπασιν ἀκριβολογεῖται, ἀλλʼ, ὥσπερ ἔφην, συγχωρεῖ τῇ φύσει. ἔπειτα ταῦθʼ ἡμεῖς ἁπλῶς οὕτως παραδεξόμεθα; οὐκ ἄρʼ εἰδέναι τἀκείνου δόξομεν. οὐδέ γε τῶν Πλάτωνος σύγγραμμά ἐστι Πλάτωνος οὐδὲν οὐδὲ ἔσται· πόθεν; ἀλλὰ ταῦτʼ ἐστὶ Σωκράτους νέου καὶ καλοῦ γεγονότος, εἶθʼ ὁ μὲν γράψας οὐ γέγραφε ** λοιπὸν οὖν αὐτῷ καὶ τοὔνομα ἐξαρνουμένῳ πείθειν οὐχ ἡμᾶς γε, ἐὰν σωφρονῶμεν, ἀλλʼ εἰσόμεθα αὐτοῦ τὰς παιδιὰς—εἰρήσθω γὰρ ὃ κἂν αὐτὸς εἶπε περὶ αὑτοῦ—οἷα κἀν τούτοις ἀμέλει τοῖς λόγοις, ἵνα μὴ τὰ πόρρω λέγωμεν, ἢ περὶ γυμναστικῆς καὶ ἰατρικῆς ἔνεστι θέσις, ὡς ῥᾳδίως καὶ ἁπλῶς ἔχουσα, τῷ παντὶ βελτίω γυμναστικὴν ἰατρικῆς εἶναι. καίτοι γε ἤδη ἔγωγέ τινος ἤκουσα λέγοντος τῶν ἰατρῶν ὅτι ἡ μὲν γυμναστικὴ τοῖς ἀθληταῖς ἐπίπαν
288.p220
διαλέγεται καὶ περὶ τοῦτό ἐστιν, ἡ δʼ ἰατρικὴ συλλήβδην ἅπασιν ἐπιστατεῖ, καὶ πολὺ τοὐμμέσῳ. ὅπου γὰρ οὐδʼ αὐτοῖς τοῖς ἀθληταῖς οἷόν τε τῇ ῥώμῃ χρήσασθαι, μὴ τοῦ ὑγιαίνειν ὑπάρχοντος, πῶς οἷόν τε ἡττᾶσθαι τὴν ἅπασι τοῦτο παρασκευάζουσαν τέχνην τῆς τοῖς ὀλίγοις ἐκεῖνο ὃ μηδέποτʼ ἔστι χωρὶς τούτου λαβεῖν; τό τε σύμπαν οὐ συνεχώρει τοσοῦτον εἶναι τὴν ἰατρικὴν, ὅσον τοὺς κάμνοντας ἐπισκοπεῖν, ἀλλʼ εἶναι διττόν. δεῖν γὰρ τὸν ἰατρὸν τὴν μὲν ὑπάρχουσαν ὑγίειαν διασώζειν, τὴν δʼ οὔπω παροῦσαν ἐμποιεῖν,