Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
289.p221
289.p221
ὥσπερ τὸν γυμναστὴν τὴν μὲν ὑπάρχουσαν ῥώμην διασώζειν, τὴν δʼ οὔπω παροῦσαν ἐμποιεῖν. οὐ γὰρ ἄλλου μέν ἐστι τοὺς ὄντας ἀθλητὰς δή που γυμνάσαι, ἑτέρου δὲ τοὺς μέλλοντας ἔσεσθαι παρασκευάσαι, ἀλλʼ ἑνὸς ἀνδρὸς καὶ τῆς αὐτῆς τέχνης. εἰ δὲ τοῦθʼ οὕτως ἔχει, ῥᾴδιον ἤδη καταμαθεῖν ὅτι δευτέρα τῆς ἰατρικῆς ἡ γυμναστικὴ καὶ παντελῶς ὑπʼ αὐτὴν γίγνεται. καὶ γὰρ αὐτὸ τὸ γνῶναι τίνι δεῖ γυμνασίων καὶ πότε καὶ πόσων καὶ ποίων τινῶν ἑκάστῳ λέγω τῶν ἰδιωτῶν τῆς τοῦ ἰατροῦ σοφίας ἤδη γίγνεται, καὶ οὗτός ἐστιν ὁ πέμπων παρὰ τὸν γυμναστὴν, ἂν δέῃ. παραλαβὼν δὲ ἐκεῖνος τὸ τοῦ διακόνου πράξει, καὶ οὐ φιλοτιμήσεται πρὸς τὸν ἰατρὸν, ἀλλʼ ἐν τῇ τοῦ ἡνιόχου τάξει μενεῖ. καὶ γὰρ ἐκεῖνος παραλαβὼν παρὰ τοῦ ἰατροῦ τὸν μέλλοντα αἰωρήσεσθαι παρέχει τὴν διακονίαν καὶ γυμνάζει τὸν αὑτοῦ τρόπον. εἰ δʼ αἰωρεῖσθαι βέλτιον ἢ μὴ, τὸν ἰατρὸν ἤδη δεῖ τοῦτο ἐσκέφθαι. καὶ νὴ Δίʼ ὁ μὲν ναύτης εἰς τὸ πλοῖον ἐνθέμενος κομιεῖ παρὰ τὰς ἀκτὰς ἢ καὶ μέσον πόρον, εἰ βούλοιτο, καὶ κινήσει διὰ τῆς εἰρεσίας ἄνω καὶ κάτω περιάγων, ἢ καὶ τοῖς ἱστίοις προσχρώμενος, καὶ καθεδεῖται, καθάπερ τις αὐτοκράτωρ ποιῶν ὅ τι βούλεται. εἰ δʼ ἄμεινόν τῳ πλεῦσαι τὸ παράπαν καὶ ὑγιεινότερον αὐτὸν τοῦτο ποιήσει, τῆς ἰατρικῆς τοῦτο τέχνης ἴδιον ἦν, ἀλλʼ οὐ τῆς ναυτικῆς. καὶ μὴν ὅτι καὶ πολλοὺς ἤδη καὶ τὰ τοιαῦτα ὤνησε καὶ οὐδὲν ἔλαττον ἢ τὰ ἐν ταῖς παλαίστραις γυμνάσια πάντες ὡς ἔπος εἰπεῖν σύνισμεν, ἀλλʼ οὐ διὰ τοῦτο οἱ ἡνίοχοι τοῖς ἰατροῖς ἀμφισβητοῦσιν, οὐδὲ οἱ ναῦται λέγουσιν ὡς αὐτοὶ μὲν φύλακες τῆς ὑγιείας θαυμαστοί τινες εἶεν καὶ γυμνάζοιεν ἅπαντας τοὺς βουλομένους, ἐκεῖνοι δʼ οὐδὲν ἄρα εἰδεῖεν πλὴν καθείρξαντες ἀπολλύναι. καίτοι εἰ βελτίων ἡ γυμναστικὴ τῆς ἰατρικῆς, τί κωλύει καὶ τούτους ἐκ τῶν αὐτῶν ἀμείνους εἶναι τῶν ἰατρῶν, ἐπειδή γε καὶ αὐτοῖς μέτεστιν ἀμηγέπη τῆς γυμναστικῆς; ἢ κατὰ πασῶν τούτων τῶν τεχνῶν ἓν τοῦτʼ ἰσχυρὸν τῆς ἰατρικῆς, καὶ τὸ τῆς Αἰσώπου κυνὸς ἑξῆς ὑπάρξει λέγειν, ὅτι εἰ μὴ αὕτη ἦν, οὐδʼ ἂν τούτων οὐδεμία ἦν