Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
290.p222
290.p222
χρησίμη, ἀλλὰ αὐτὸ τὸ τούτων τινὶ χρήσασθαι καὶ πάλιν μὴ δεῖν ἐπʼ αὐτὴν ἔρχεται; ὥσπερ οἶμαι κἀν τοῖς σιτίοις· κρίνει μὲν τὰ δέοντα ὁ ἰατρὸς, παρασκευάζει δὲ ὁ μάγειρος, ἀλλʼ οὐκ ἀμφισβητήσει γε τῷ ἰατρῷ τῆς ἡγεμονίας, οὐ μᾶλλόν γε ἢ καὶ τῷ δεσπότῃ. τοιοῦτόν τι καὶ τὸ τῆς γυμναστικῆς φαίη τις ἂν εἶναι πρὸς τὴν ἰατρικὴν, δεύτερον καὶ ὑπακοῦον καὶ πάντα μᾶλλον ὡς ἔπος εἰπεῖν ἢ κρεῖττον. ἀλλʼ ὑπὲρ μὲν τούτων τοῖς ἰατροῖς ὑπέρ τε σφῶν αὐτῶν ὅ τι γιγνώσκουσί τε καὶ βούλονται παρείσθω λέγειν.
290.p223
290.p223
ἀξιοῖ δὲ καὶ τῆς δικαιοσύνης κρεῖττον εἶναι τὴν νομοθετικήν. καίτοι πότερον κρεῖττον ἡ νομοθετικὴ τῆς δικαιοσύνης, ἢ μέρος; ἐγὼ γὰρ οἶμαι πάντας ἂν ὡς ἔπος εἰπεῖν συμφῆσαι ὅτι καὶ νόμους θεῖναι καὶ ψήφους ἐνεγκεῖν καὶ συνειπεῖν τὰ δίκαια καὶ συμβουλεῦσαι καὶ χειροτονῆσαι, καὶ νὴ Δία περὶ αὐτοὺς τοὺς θεοὺς ἃ χρὴ πράττειν καὶ πάντα τὰ τοιαῦτα εἰς ἓν κεφάλαιον κοινὸν τὴν δικαιοσύνην ἀναφέρει. ὁ δὲ τοῦ μείζονος τοὔλαττον καὶ τοῦ παντὸς τὸ μέρος πρότερον καὶ κρεῖττον εἶναί φησι. καὶ εἰ μέν γε τὴν εὐσέβειαν τῆς δικαιοσύνης ἔφασκεν εἶναι κρεῖττον, ἐξῆν ἂν ἐπαινεῖν, ὡς δυοῖν μὲν τῆς δικαιοσύνης μερῶν ὄντων τῶν ἀνωτάτω, πρεσβυτέρου δὲ καὶ κρείττονος τοῦ περὶ τοὺς θεούς· νῦν δʼ οὐ τοιοῦτόν ἐστιν, ἀλλʼ ἁπλῶς καὶ καθάπερ νόμον ὡς ἀληθῶς τιθεὶς ἀνεξέταστον γνώμην ἀποφαίνεται. ἔπειτα τίθησι δύο μὲν τὰς τοῦ σώματος εἶναι θεραπείας, τὴν γυμναστικὴν καὶ τὴν ἰατρικὴν, δύο δʼ αὖ τὰς ἐπὶ τῆς ψυχῆς, τήν τε νομοθετικὴν καὶ τὴν δικαιοσύνην. αὐτὴ δʼ ἡ φρόνησις ἡμῖν ποῦ πρὸς θεῶν; ποῦ δʼ ἡ σωφροσύνη; ποῦ δʼ ἡ ἀνδρεία; ταυτὶ γὰρ δή που τέτταρα μέρη τῆς ἀρετῆς ἔστιν ἀκούειν ἀεὶ θρυλούντων, τὴν φρόνησιν, τὴν σωφροσύνην, τὴν δικαιοσύνην, τὴν ἀνδρείαν· ὧν ἓν μὲν τίθησι διπλοῦν, τὴν δικαιοσύνην, μέρος αὐτοῦ προσλαβὼν τὴν νομοθετικὴν, τὰ δὲ λοιπὰ πάντα παρῆκε. πῶς οὖν ὀρθῶς ἢ δικαίως ταῦτα ὑπόκειται κατʼ αὐτὸν τὸν περὶ τῆς δικαιοσύνης λόγον; εἶτα καὶ ποῦ