Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 292 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
292.p226
292.p226
κατὰ τὸν Τάνταλον, καὶ τὸ γενέσθαι τούτων ἕνα καὶ τὸ λαβεῖν τὴν τούτων προσηγορίαν αἰσχύνη σαφὴς, ποῖ ποτε ἐκπίπτει τῆς ῥητορικῆς τὰ πράγματα, ἢ τί τῷ Μιλτιάδῃ καὶ τῷ Κίμωνι καὶ τῷ Περικλεῖ καὶ τῷ Θεμιστοκλεῖ καταλείπεται; ἆρα ἄλλο τι ἢ τῷ ὄντι ὥσπερ εἴδωλον ἔλαττον φέρεσθαι, καὶ τίς ταῦτα ἀνέξεται; καίτοι ὅταν οἱ μὲν σοφισταὶ μηδὲν τῶν ἐν Ἅιδου κολαζομένων διαφέρωσιν, οἱ δὲ ῥήτορες χείρους ἔτι τούτων ὦσι, καὶ μηδὲν αὖ τῶν μαγείρων οὗτοι σεμνότεροι, κωμῳδίαν δὲ καὶ τραγῳδίαν μὴ οὐδὲ διδάσκειν δέῃ τὸ παράπαν, ἀλλʼ ἐκκηρύττειν ἐκ τῆς ἀγαθῆς πόλεως, ὁ δὲ διθύραμβος κολακεία τις ᾖ, φαῦλον δʼ οἱ χοροὶ, κἂν παιᾶνας ᾁδωσιν, Ὅμηρον δὲ εἰσαλείψαντες ἐκπέμπωμεν ὡς οὐκ ἐπιτήδειον συνεῖναι τοῖς νέοις, ἀλλὰ ὄντα γόητα καὶ τοῦ πρὸς ἡδονὴν θηρευτὴν, πάντες δʼ ὦσι τοῦ μηδενὸς ἄξιοι, οὐ φροῦδα τὰ τῶν Ἑλλήνων πράγματα; ἢ πῶς οὐκ εἰς πονηρὸν κάτεισι τοῖς Ἕλλησι τὰ πράγματα; ἢ τοῦ ποτε λοιπὸν ἡμῖν ὁ Σωκράτης ἔσται βελτίων, εἰ πάντας ἐφεξῆς οὑτωσὶ διαγράψομεν καὶ ξενηλασίαν τοσαύτην τῶν Ἑλλήνων ποιησόμεθα, ὅσην οὐδʼ ἐν Λακεδαίμονί πω συμβᾶσαν ἀκούομεν; οὐ οὐ πρὸς ἡμέρων ταῦτα καὶ δικαίων, ὥς φασιν οἱ πρῶτοι τῶν Ἑλλήνων Ὅμηρος καὶ Πλάτων. καὶ ταῦτʼ οὐχὶ Πλάτωνος λέγω καθαπτόμενος. πόθεν; μὴ μὲν οὖν ἔμοιγε κατʼ Αἰσχύλον μήτε παρασπιστὴς μήτʼ ἐγγὺς εἴη ὅστις μὴ φίλος τῷ ἀνδρὶ τούτῳ μηδὲ τιμᾷ τὰ πρέποντα· ἀλλʼ ὥσπερ ἔφη Λυσίας κοινὸν ἑαυτὸν εἶναι φίλον τῆς πόλεως, οὕτως καὶ περὶ ἡμῶν χρὴ διανοεῖσθαι κοινούς τινας εἶναι τοῖς Ἕλλησι φίλους, καὶ νῦν ὑπὲρ τῶν κοινῶν δικαίων ἀγωνίζεσθαι. οὔτοι φιλαθηναίου γέ ἐστι τὴν Ἀκαδημίαν μόνην ἀσπάζεσθαι τῆς Ἀττικῆς, τὴν δʼ ἄλλην ἅπασαν ὥσπερ ἐχθρὰν κρίνειν καὶ πολεμίαν· οὐδὲ γὰρ καταγελάστους ἀποφήναντα τοὺς ἄλλους ἅπαντας οὕτω καὶ τότε χρὴ Πλάτωνα θαυμάζειν ἀναμεῖναι. τοῦτο γὰρ οὐ Πλάτωνος ἂν εἴη τιμὴ, ἀλλʼ ἀτιμία τῶν ἄλλων μᾶλλον, σχεδὸν δέ τι καὶ αὐτοῦ Πλάτωνος. τὸ γὰρ ἡγεῖσθαι χρηστοῦ τινος

Intertext edge

Open linked passage

Note