Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 296 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
296.p231
296.p231
ἔχω, οὐ μόνον αὐτὸ τοῦτο τοὺς διθυράμβους σκοπῶν ἀνδρειότερον δήπουθεν ἔχοντας καὶ στερεώτερον ἢ ὡς ἐκεῖνόν τῳ δοκεῖν ὑποπίπτειν, ἀλλʼ ὅτι κἀν τοῖς ὕμνοις διεξιὼν περὶ τῶν ἐν ἅπαντι τῷ χρόνῳ συμβαινόντων παθημάτων τοῖς ἀνθρώποις καὶ τῆς μεταβολῆς τὸν Κάδμον φησὶν ἀκοῦσαι τοῦ Ἀπόλλωνος μουσικὰν ὀρθὰν ἐπιδεικνυμένου. οὕτω καὶ Πίνδαρος τῆς ὀρθῆς μουσικῆς ἐραστής ἐστι. τὸ δʼ ἐραστής ἐστι τὴν ὀρθὴν μουσικὴν μεταχειρίζεται. οὐ γὰρ δή που τῷ μὲν Ἀπόλλωνι ταύτην προστίθησιν, αὐτὸς δʼ ἑτέραν διώκει ταύτην ἀφεὶς, καὶ ταῦτʼ ἀεὶ τὸν Ἀπόλλω καὶ τὰς Μούσας καλῶν. εἶτα λέγεις ὅτι πάντες οὗτοι τοῦ πρὸς ἡδονὴν ἐξήρτηνται. πότερον οὖν σε φῶμεν ἔλαττον τοῦ δέοντος λέγειν ἢ πλέον; ὅτι μὲν γὰρ καὶ τοῦ πρὸς ἡδονὴν φροντίζουσιν ὁμολογεῖται. ὥσθʼ ὅσον προσθεῖναι προσῆκε, τοσοῦτον ἀφελὼν ἔλαττον παρὰ τοῦτʼ εἴρηκας. ὅτι δʼ αὐτοῖς κολακείαν ἐπενηνόχεις ἐκ τούτου πῶς οὐκ ἔξω τοῦ δέοντος εἴρηκας, ἢ πῶς οὐ ταύτῃ πλέον αὖ τοῦ δέοντός ἐστιν ἔχων ὁ λόγος; εἶεν. αὐτὸς δὲ σὺ πρὸς Διὸς οὐ πώποθʼ ἡμῖν οὐδὲν πρὸς ἡδονὴν οὔτʼ εἶπας οὔτʼ ἐποίησας, οὐ συνέθηκας, οὐ διέθου λόγον, οὐκ ἀνέπαυσας, οὐκ ἐπεισήγαγες, ἀλλʼ ἁπλῶς οὑτωσὶ τὴν ἀπὸ Σκυθῶν ἡμῖν διαλέγει; ἐγὼ μὲν οὐκ ἐνέτυχον εἰς τήνδε τὴν ἡμέραν ἡδίονι τούτου καὶ πρὸς αὐτοὺς τοὺς διθυραμβοποιοὺς καὶ τοὺς τραγῳδιοποιοὺς εἶπον ἂν, εἴ τις αὐτῶν ἤρετο. εἶτʼ αὐτὸς ὅμοιον τῷ Νέστορι φθεγγόμενος, εἰ δὴ κἀκεῖνον τοιοῦτόν τι χρὴ φθέγξασθαι δοκεῖν, ἐγὼ μὲν γὰρ καὶ τὰς Σειρῆνας ἂν εἶξαί σοι δοκῶ, τῶν ἄλλων εἴ τι καὶ πρὸς ἡδονὴν λέγουσι κατηγορεῖς; ὅρα μὴ παίζοντα μᾶλλον τιθῇ σέ τις ἢ σπουδάζοντα καὶ φιλονεικοῦντα, ὅς γε καὶ ἐν αὐτοῖς τούτοις τοῖς λόγοις, ἐν οἷς διασύρει ταῦτα τὰ ἔθνη τοσοῦτον χαρίτων καὶ ἡδονῆς εἰσηνέγκατο, ὅσον οἷόν τʼ ἦν πλεῖστον ὡς ἐν ἀηδεῖ λέγω τῷ παντὶ λόγῳ καὶ τραχεῖ.

Intertext edge

Open linked passage

Note