Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
297.p232
297.p232
τὸ μὲν οὖν μείζω τῶν ἄλλων Πλάτωνα φρονεῖν οὐ νεμεσῶ, τὸ δὲ τοὺς ἄλλους, εἰ μὴ πικρὸν εἰπεῖν, προπηλακίζειν, κἂν αὐτῷ συνών τε καὶ συμβουλεύων ἀφαιρεῖν οὐκ ἀδικεῖν ἂν ἡγοῦμαι. οἶμαι δὲ καὶ Σωκράτει τὸν Ἀπόλλω τοῦτο κελεύειν, κελεύοντα μουσικὴν ποιεῖν, ἀφελεῖν τὴν φιλαπεχθημοσύνην τὴν περὶ τοὺς λόγους, ὡς ἐκείνου γʼ ἄλλο μὲν οὐ ῥᾴδιον εὑρεῖν ὅ τί τις κατηγορήσει. τοῦτο δʼ ἤδη τινὲς ᾐτιάσαντο, ἀμέλει καὶ πρὸς τὸν ἀγῶνα ὃν ἔφυγε τοῦτο μάλιστʼ αὐτὸν βλάψαι δοκεῖ. καὶ ὅπως μή τίς μοι τῶν σοφιστῶν ὑπολήψεται, ἀλλʼ οὐδέν γʼ ἐβλάβη Σωκράτης, ἐπεὶ κἂν ἄλλος ἔχοι πρὸς τοῦθʼ ὑπολαμβάνειν, ἀλλὰ βλαβῆναί γʼ αἴτιος ἐγένετο τῶν δικαστῶν τοῖς
297.p232
καταψηφισαμένοις, εἴπερ γε μὴ τὰ δίκαια ἔγνωσαν. χωρὶς δὲ τούτων εἰ μὲν ὅλως ἐπεθύμει θανάτου, πρῶτον μὲν τί τοσοῦτον ἦν αὐτῷ; ἔπειτʼ οὐδʼ ἀπολογεῖσθαι προσῆκε τὴν ἀρχήν. εἰ δʼ οὐκ ἂν ἀηδέστερον ἀπέφυγε, τοῦτʼ ἦν τὸ κωλῦσαν, τὸ πολλοῖς ἐκ τοῦ κακῶς λέγειν προσκροῦσαι. ἔοικε δὲ καὶ Ὅμηρος ἐκ πολλοῦ ταῦτα χρησμῳδεῖν καὶ προλέγειν, ἅτε τοῦ Ἀπόλλωνος θεράπων οἶμαι καὶ πάρεδρος ὤν. ἃ γὰρ ἐν λιταῖς Ὀδυσσεὺς λέγει πρὸς Ἀχιλλέα, Πηλέως τοῦ πατρὸς αὐτοῦ φάσκων παραίνεσιν εἶναι, ταῦθʼ Ὁμήρου παράκλησιν εἶναι πᾶσιν ὡς κοινοῦ πατρὸς ἡγεῖσθαι προσήκει,
297.p232
ληγέμεναι δʼ ἔριδος κακομηχάνου, ὄφρα σε μᾶλλον
297.p232
τίωσʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.
297.p232
δεινὴ γὰρ ἡ σφόδρα ἔρις καὶ τὴν ὑπάρχουσαν εὔνοιαν μεταστῆσαι καὶ τοὺς οὐκ ὄντας ἀγῶνας ἐπισπάσασθαι. ἐγὼ μὲν οὖν ὡς μέχρι τῆς ῥητορικῆς κατέθει καὶ τοὺς τυράννους ἤλεγχε καὶ τἄλλα διεξήρχετο, εἱπόμην ὥσπερ εἰκὸς ἦν, εἰδὼς μὲν ὅτι οὐδὲν τούτων ἔλεγχός ἐστι ῥητορικῆς, ἀλλʼ ἔχων τὸν δικαιότατον λόγον ἀντιθεῖναι, ὅμως τῆς γε τόλμης ἠγασάμην καὶ τὴν δεινότητα καὶ τὴν εὐπορίαν ἐθαύμασα, καὶ εἰ χρὴ κατʼ αὐτὸν εἰπεῖν οἷον