Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
301.p237
301.p237
αὐτὸν Καλλικλῆς παρὼν ἐτάραττεν, οὐδʼ ἐκώλυε τὸ μὴ ὅπως βούλεται περαίνειν τὸν λόγον. εἰ μὲν οὖν, οἶμαι, κατʼ ἀρχὰς εὐθὺς ἐμνήσθη τοῦ Ἀριστείδου, οὐκ ἂν εἶχεν ἀφορμὴν τοῦ κατὰ τούτων λέγειν, ἀλλʼ ἅμα τʼ ἀπώλλυε τοὺς λόγους τούτους καὶ τὸ πρᾶγμα εἰς τοὐναντίον αὐτῷ περιίστατο, πρὸς τὸ μηδʼ ὁτιοῦν ἀνύτειν πλέον. νῦν δʼ ἵνα τούτων κατηγορήσειε, τὸν Ἀριστείδην ὑπεξείλετο. εἶθʼ ὅτε δὴ διεξῆλθεν ἃ ἐβούλετο, ἵνα μὴ δοκῇ παντελῶς φιλονείκως ἔχειν, ὃν οὐχ οἷόν τʼ ἦν ἐν ἀρχῇ κακῶς εἰπεῖν, τοῦτον ἐν τοῖς τελευταίοις ἐπῄνεσεν, ὡς ἐξὸν ἤδη, μάλʼ ἀρχαίως καὶ ἀφελῶς, ὡς ἄν τῳ δόξαι. καὶ τὸ δὴ στερεώτατον, ὅτε γὰρ διεξῆλθε τὴν ἐκείνων κατηγορίαν, ἐπὶ τελευτῇ πάλιν νεανιευσάμενος καὶ ἐπειπὼν ὅτι ἀληθεῖς ἄρα, ὡς ἔοικεν, οἱ ἔμπροσθεν λόγοι ἦσαν, ὅτι οὐδένα ἡμεῖς ἴσμεν ἄνδρα ἀγαθὸν γεγονότα τὰ πολιτικὰ ἐν τῇδε τῇ πόλει. ταῦτʼ εἰπὼν καὶ προσεπισφραγισάμενος μετὰ πολλοὺς ἔτι τῶν λόγων μέσους τὸν Ἀριστείδην ἐπέθηκεν ἐπαινῶν. τοσοῦτον πλέον ἐστὶ τὸν Σωκράτη, ἀλλὰ μὴ τὸν Καλλικλέα τὸν εἰρηκότʼ εἶναι περὶ αὐτοῦ. οὐκοῦν οὔτʼ ἐξ ἀνάγκης ἦν αὐτῷ κακῶς λέγειν τοὺς ἄνδρας οὔθʼ ὅ τι ἄν τις φήσειεν ἐκ περιουσίας εἶναι σώσας φαίνεται, τὸ μηδʼ ἀγαθὸν τῶν παλαιῶν γεγενῆσθαι μηδένα. ἀλλὰ μὴν ὅτε καὶ αὐτὸν τὸν Καλλικλέα, πρὸς ὃν ἦσαν οἱ λόγοι, τοῦ μηδενὸς ἄξιον ὄντα ἤλεγξε τὰ πολιτικὰ, ἀνερωτῶν ἅπαντα ἐκεῖνα ἃ ἤρετο, ὅτε ταῦτʼ ἐλήλεγκτο, τί τῶν παλαιῶν προσέδει κατηγορίας; εἰς γὰρ τὸ κάλλιστον δή που καὶ ὃ μάλιστα προσῆκεν ὁ λόγος ἐτελεύτα, τὸ τὸν ἀντιλέγοντα καὶ τὸν προτρέποντα εἰς τὴν πολιτείαν ἢ διακονίαν ἀποφῆναι φαῦλον ὄντα καὶ μὴ γιγνώσκοντα ὑπὲρ ὧν λέγει· καὶ τοῦτο δʼ αὐτὸ δή που σὺ φῂς ἐξαρκεῖν αὐτὸν πρὸς ὃν ἂν ποιῇ τοὺς λόγους ὁμολογοῦντα παρέχεσθαι. ἐκεῖνος τοίνυν, ὡς ἔοικεν, οὐ μόνον συνεχώρει τῷ λόγῳ, ἀλλὰ καὶ ἐκ τῶν ἑαυτῷ προσόντων ἠναγκάζετο· ὥστʼ εἶχε τελευτὴν προσήκουσαν ὁ λόγος, καὶ οὐκ ἦν ἴσον Καλλικλέα ταῦτʼ