Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 302 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
302.p238
302.p238
ἀκούειν καὶ Περικλέα ἢ Θεμιστοκλέα. πόθεν; ὁ δὲ καὶ τοῦτʼ ἐσπούδασεν ἐξ ἴσου τοῦτον ἐκείνοις καταστῆσαι. ἔστι δʼ οὐ ταυτὸν, ὦ τᾶν, Ἰφικλῆς τε καὶ Ἡρακλῆς. ἔτι μὴν πλέον οἶμαι τὸ μέσον Καλλικλέους τε καὶ τούτων· ὥστʼ εἰκὸς ἦν τούτων γε φείσασθαι. καὶ γὰρ εἰ μὲν ζώντων ἐγίγνονθʼ οἱ λόγοι, τάχʼ ἄν τις ἔφησε νουθεσίας ἕνεκʼ αὐτοὺς λέγεσθαι· τεθνεῶσι δʼ ἐπιτιμᾶν τίς ὁ καιρός; ὅπου γὰρ εἰ καὶ ζῶντας ἐλέγχειν ἐβούλετο, οὐκ ἀπόντων γε κατηγορεῖν εἰκὸς ἦν, οὐδὲ πρὸς ἄλλους τινὰς, ἀλλὰ πρὸς αὐτοὺς λέγειν, ἦ που τό γε παντελῶς οὕτως ἐρήμην ἀγωνίσασθαι ἀωρία. ὁπότε γὰρ καὶ τοὺς οἰκείους τοὺς ἐκείνων αἰδεῖσθαι προσῆκε διʼ ἐκείνους, πῶς γε οὐ καὐτοὺς εἰκὸς ἦν;
302.p239
302.p239
ἐνθυμηθῶμεν δὴ καὶ τὸν τοῦ Σόλωνος νόμον ὡς ἥμερος, μὴ λέγειν κακῶς τὸν τελευτήσαντα, μηδʼ ἂν αὐτὸς ἀκούσῃ ὑπὸ τῶν αὐτοῦ παίδων. οὐκοῦν τό γε μήθʼ ὑπὸ παίδων, φαίη τις ἂν, μήθʼ ὑπʼ ἄλλου του τῶν ἐκείνοις προσηκόντων προακούσαντα τοσαύτην σπουδὴν ποιήσασθαι κακοὺς ἀποφῆναι πολὺ τοῦ νόμου τούτου κεχώρισται. καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ εἰκὸς ἐναντίον μὲν ἂν τῶν παίδων ὀκνεῖν αὐτοὺς λοιδορεῖν, ἐν ἅπασι δὲ καὶ ἐκγόνοις καὶ πολίταις καὶ ξένοις τοιαῦτα ψέγειν, καὶ τῶν μὲν ἐν Σικελίᾳ τετελευτηκότων τοὺς παῖδας αἰδεῖσθαι καὶ περὶ δωρεῶν αὐτοῖς πολιτεύεσθαι, τῶν δʼ εἰς τὰ μέγιστα τῇ πόλει καὶ τοῖς Ἕλλησιν ὑπαρξάντων μηδὲ τῶν ὀνομάτων φείσασθαι, καὶ εἰ μὲν εἰκόνας αὐτῶν τοῦ δήμου στήσαντος ἐκίνει, πᾶς ἄν τις ἔφη νεμεσητὸν εἶναι, ἐπεὶ δʼ ὃ τοῦ πλέονος ἄξιον ἦν αὐτοῖς, τὴν δόξαν τὴν ἀγαθὴν ἀναιρεῖ, τί χρὴ φῆσαι; καὶ ζωγράφος μὲν ἂν ὢν ἐπὶ τὰ αἰσχίω καὶ γελοιότερʼ αὐτοὺς μιμούμενος οὐ καλῶς ἂν ἐδόκει τὴν τέχνην δεικνύναι· ἐπεὶ δʼ ἐν τοῖς λόγοις ἐπὶ τὰ φαυλότατʼ ἐξηγεῖται καὶ τὰς ἀληθεῖς εἰκόνας αὐτῶν τῆς διανοίας διαφθείρει καὶ τοῖς μηδὲν προσήκουσιν ὁμοιοῖ, πῶς εἰκός ἐστι συνήδεσθαι; καὶ εἰ μὲν ἐπʼ εἰκόνων ἢ

Intertext edge

Open linked passage

Note