Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
303.p240
303.p240
μνημάτων αὐτοῖς ἐπόντα ἐπιγράμματα ἐξεκόλαπτεν ἢ μετεποίει βλάσφημʼ ἀντʼ εὐφημιῶν, ὅτι τούτους ὁ δῆμος κολακείας ἕνεκα καὶ κακίας ἐκβάλλει, πολλὴν ἄν τις ἔφη τὴν ὕβριν καὶ τὴν ἀτιμίαν εἶναι· εἰς σύγγραμμα δʼ οὕτω σπουδαῖον τοιαῦτʼ ὀνείδη κατακλείσας, καὶ ταῦτʼ ἀντὶ τῆς πρόσθεν ὑπαρχούσης εὐφημίας αὐτοῖς ἀντιγραψάμενος, καὶ παραδοὺς ἅπασιν ἀκούειν, μή τῳ δοκεῖ σφόδρα τῆς αὑτοῦ μουσικῆς εἰργάσθαι; καὶ Θεμιστοκλῆς μὲν Ἄρθμιον ἐστηλίτευσεν, ὅτι τὸν ἐκ Μήδων χρυσὸν εἰς Πελοπόννησον ἤνεγκε, Πλάτων δὲ Θεμιστοκλέα καὶ Μιλτιάδην καὶ οὓς μετʼ αὐτῶν ἠξίωσε καταλέξαι στηλίτας οὑτωσὶ πεποίηκε. καίτοι τὴν μὲν κατʼ ἐκείνου στήλην τοῖς προσοικοῦσι μόνοις ὁρᾶν ἦν καὶ τοῖς εἰσαφικνουμένοις, σὺ δʼ εἰς ἅπαντας ἀνθρώπους καὶ πανταχοῦ γῆς καὶ θαλάττης τὰς κατὰ τούτων βλασφημίας ἐκδέδωκας. καὶ τῶν μὲν οἰκετῶν οὐδένα πώποτʼ ἔστιξας τῶν σαυτοῦ, τῶν δʼ Ἑλλήνων τοὺς ἐντιμοτάτους καὶ τοὺς ὑπὲρ τῆς κοινῆς ἐλευθερίας ἀγωνιζομένους ἴσα καὶ στίξας γεγένησαι, καὶ Γοργίου μὲν ἐφείσω, καὶ λέγει που Σωκράτης ὀκνῶ Γοργίου ἕνεκα λέγειν, ἵνα μή με ὑπολάβῃ διακωμῳδεῖν αὐτοῦ τὴν τέχνην, Περικλέους δὲ οὐκ ἐφείσω τεθνηκότος καὶ ταῦτα· ἀλλὰ τῷ μὲν Γοργίᾳ νέμεις αἰδῶ παρὰ τὸν Καλλικλέα, τῷ δὲ Θεμιστοκλεῖ καὶ τοῖς ἄλλοις οὐ νέμεις, ἀλλʼ ἐξ ἴσου πάντας αὐτοὺς ποιεῖς, μᾶλλον δὲ καὶ πλείω κακὰ τούτους ἢ ʼκεῖνον εἴρηκας, καὶ ταῦτʼ εἰδὼς ὅτι ἅπας μὲν λόγος, ἐπειδὰν ἅπαξ γραφῇ, κυλινδεῖται, μεταχειρίζεται δʼ αὐτὸν ὁ βουλόμενος ὁμοίως ἐπαΐων καὶ μὴ, ἂν δέ τις μὴ καλῶς ἀκούειν ἐπίστηται, δέος ἐστὶ διαφθαρῆναι· οἷον καὶ περὶ τούτους ἄν τις συνίδοι τοὺς λόγους ὄν. εἰ γὰρ καὶ τὰ μάλιστα Πλάτων αὐτοῖς ἐπὶ πᾶσι δικαίοις κέχρηται, ὃ πολλοῦ δεῖν εἴποι τις ἂν οὕτως ἔχειν, ἀλλʼ οὖν ἀνάγκη γʼ ἀπʼ αὐτῶν θρασυτέρους καὶ τραχυτέρους