Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
304.p241
304.p241
γίγνεσθαι καὶ ἰταμωτέρους καὶ τοιούτους, οἵους ῥᾳδίως ἐπιπηδᾶν καὶ ἄρχουσι καὶ πρεσβυτέροις καὶ οἷστισι δεῖ συγκεχωρῆσθαι. εὖ γὰρ ὁ τῶν Λακεδαιμονίων ἔχει νόμος καὶ λυσιτελῶς [ἀμαθῶς] εἰσάπαξ ὑποχωρεῖν τοῖς πρεσβυτέροις, οὐχ ὡς πάντως δή που βελτίους καὶ δικαιοτέρους τοὺς πρεσβυτέρους ὄντας ἅπαντας, ἀλλὰ τῆς μελέτης ἕνεκα καὶ ὅπως ἡ τάξις μὴ συγχέοιτο. κἀν τοῖς λόγοις καλὸν τὸ φείδεσθαι τῶν προηκόντων ἐπιεικῶς εἰς ὅσον ἔξεστιν, ὅπως μή τις εὐχέρεια τοῖς πολλοῖς ἐνδύηται καὶ συνήθεια τοῦ προπηλακίζειν οὓς αὐτοῖς προσήκει τιμᾶν. ὅταν γὰρ οἱ μέγιστοι καὶ σεμνότατοι ῥᾳδίως κακῶς ἀκούωσι, καὶ ταῦθʼ ὑπὸ τῶν σοφωτάτων εἶναι δοκούντων, ὀλιγωρία τοῦ νόμου τοῖς φαύλοις ἐγγίγνεται, ὥστʼ οὐδὲν ὠφελοῦνται τοσοῦτον ὄσον βλάπτονται. καὶ μὴν σύ γʼ ἐλαύνεις Ὅμηρον οὐχ ὡς πάντα δή που λέγοντα κακῶς οὐδʼ ὡς τοῖς ὅλοις ἁμαρτάνοντα, ἀλλʼ ὡς οὐκ ἀσφαλῶς ἐχόντων τοῖς νέοις γʼ ἐνίων ἀκούειν, οὐδʼ ἂν κατʼ ἄλλο τι δεξιῶς ἔχῃ τὰ λεγόμενα· ἡμεῖς δʼ ἐλαύνειν μέν σε πολλοῦ τινος δέομεν, ὅτι μὴ κἂν εἰς τὸν θρόνον ἐγκαθίζοιμεν, εἰ βούλει, τοὺς δὲ τοιούτους τῶν λόγων ὑπεξαιρούμεθα· οὐδὲ γὰρ τούτους ὡς ἐξαλείψομεν φήσομεν, οὐχ οὕτως ἡμεῖς εὐχερεῖς.
304.p242
304.p242
καὶ μὴν οὐδʼ ἐκεῖνό γε οὔτε Πλάτωνα λαθεῖν εἰκὸς ἦν οὔτε τῶν ἄλλων οὐδεὶς ἀγνοεῖ δή που ὅτι ἡ τῶν λαμπρῶν καὶ μεγάλων ἀνδρῶν εὐδοξία καὶ μνήμη χωρὶς τῆς εἰς τὸ παρὸν φιλοτιμίας καὶ πρὸς τὰς ὕστερον τύχας ἀποθήκην ἔχει ταῖς πόλεσι, καί τινες ἤδη διὰ τὸν δεῖνα καὶ τὸν δεῖνα τῶν παλαιῶν ἐπιείκειάν τινʼ εὕροντο ἐν ταῖς συμφοραῖς, ὅπερ καὶ τοῖς Ἀθηναίοις αὐτοῖς ὑπάρξαι δοκεῖ πολλάκις. ὁ δὲ καὶ τούτου φαίνεται τὸ καθʼ αὑτὸν ἀποστερῶν τὴν πόλιν. εἰ γὰρ ἑκάστῳ τοῦτʼ ἐν τῇ ψυχῇ παρασταίη καὶ τοῦτο πάντες πεισθεῖεν, μὴ ὅτι Μιλτιάδης καὶ Θεμιστοκλῆς καὶ Περικλῆς καὶ Κίμων καίπερ κεφάλαιον τῶν