Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
305.p243
305.p243
Ἀθηναίων, οὐδὲν τῶν ὀψοποιῶν οὐδὲ τῶν σιτοποιῶν ἄρα βελτίους ἦσαν, ἀλλὰ κἀγώ τινας ἐν τοῖς οἰκέταις κέκτημαι τοιούτους τὴν φύσιν, οἳ τὸν αὐτὸν τρόπον θεραπεύουσιν ἐμὲ ὅνπερ ἐκεῖνοι τὸν δῆμον τῶν Ἀθηναίων ἐθεράπευον, τοσοῦτον τούτων διαφέροντες, ὅτι πολλοὺς ἀνθʼ ἑνὸς δεσπότας ἐκέκτηντο, εἰ ταύτην ἔχοιεν κατʼ ἐκείνων τὴν δόξαν καὶ μὴ λογίσαιντο ὅτι λόγος ἄλλως ταῦτʼ ἦν καὶ πρὸς τὸ παρὸν φιλονεικία τις καὶ ὑπερβολὴ, σχολῇ γʼ ἂν ἄλλους τινὰς αἰδεσθεῖεν, ἢ τιμῆς τινος ἀξιώσαιεν δημοσίᾳ διὰ τούτους, οἷς αὐτοῖς οὐδʼ ὁτιοῦν αἰδοῦς ὠφείλετο ὡς ἐκ τοῦ λόγου. οὐκοῦν ἀλγεινὸν εἰ Λακεδαιμόνιοι μὲν ᾐσχύνθησαν τὸν Μιλτιάδην καὶ τὸν Θεμιστοκλέα καὶ τῆς πόλεως κρατήσαντες ἐφείσαντο τῆς ἐκείνων πολιτείας μνησθέντες, σὺ δὲ ταῦτα πάντʼ ἀναιρεῖς τοῖς λόγοις. καὶ μὴν εἰ μηδὲ τείχη μηδὲ νεώρια μηδὲ συμμάχους αὐτοῖς ἐξεπόρισας, τὸ δοκεῖν διακονεῖν αἰσχυνθεὶς, ἀλλʼ ὑπερεῖδες πάντων ὡς ἐλαττόνων σαυτοῦ, τοῦτό γε δή που προσῆκεν ἀφεῖναι τῇ πατρίδι ἀφορμὴν τοῦ μέλλοντος χρόνου, καὶ τὸ δοκεῖν ἐπιεικείας τινὸς ἀξίαν εἶναι. ἢ παρὼν μὲν ἂν αὐτοῖς ἀτυχήσασί που καὶ μέλλουσι διαφθαρήσεσθαι, εἰ κύριος ἦσθα, παραιτήσασθαι οὐκ ἂν ὤκνησας, ἀλλὰ καὶ πρὸς τῶν ἱερῶν καὶ πρὸς τῶν τάφων καὶ πρὸς αὐτοῦ τοῦ ἐδάφους συνέπραττες ἂν ὅ τι οἷός τʼ ἦσθα, κἂν εἴ τι κατηγορεῖν εἶχες, τὴν δὲ τῶν ἐπιτηδειοτάτων παραιτήσασθαι δόξαν καθαιρῶν, τοῦτʼ ἐκεῖνο ὃ σπουδάζεις τῇ πολιτικῇ τί προσῆκον πράττειν δοκεῖς; εἶεν. ἄνευ δὲ τῆς τοιαύτης χρείας εἰς τὴν συνεχῆ παρὰ πάντων εὐμένειαν καὶ τὸ ταῖς γνώμαις συγκεκρᾶσθαι τῇ πόλει, πόσον τι δοκεῖν χρὴ συντελεῖν τὴν τῶν ἀνδρῶν τούτων μνήμην φυλαττομένην ἐφʼ οἷσπερ καὶ παρεδόθη τὸ ἐξ ἀρχῆς; οὐκοῦν τοῦτό γε παντὶ προσῆκε φάσκοντί γʼ εἶναι χρηστῷ, ἐάν τʼ ἰδιωτεύῃ ἐάν τε δημοσιεύῃ λέγω, παρασκευάζειν ὡς δυνατὸν πλείστην εὔνοιαν παρὰ πάντων τῇ πατρίδι· εἰ δὲ μὴ, τήν γʼ ὑπάρχουσαν