Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 306 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
306.p244
306.p244
μὴ διαφθείρειν. οὐ γάρ πω καὶ τούτῳ διακονία τις πρόσεστιν ἀγεννὴς οὐδʼ ἀνελεύθερος. θαυμάζω δὲ Πλάτωνος εἰ χοὰς μὲν ἀποστερῆσαι τοὺς ἄνδρας οὐκ ἄν ποτʼ ἠξίωσεν ἑκὼν εἶναι, τὴν δὲ μνήμην καὶ τὴν ὑπὸ πάντων εὐφημίαν συγκεχωρημένην αὐτοῖς ἀφανίζων ἑαυτοῦ τὸ ἕρμαιον ἡγήσατο. καὶ μὴν εἰ τὸ συμμέτρους τὰς τιμωρίας ποιεῖσθαι πολιτικὸν, ἥ γʼ ἀτιμία τοῖς ἀνδράσιν αὐτὴ τὸ σύμμετρον παρελήλυθεν. οἶμαι γὰρ, εἴ τις ἐστὶν αἴσθησις τοῖς τελευτήσασι, μὴ ὅτι τῶν νομιζομένων, ἀλλὰ μηδʼ αὐτῶν τῶν μνημάτων ἀποστερηθέντας ἂν αὐτοὺς μηδʼ εἰς τοὺς ἐκγόνους τὰ ἔσχατα πάντων ἀτυχήσαντας τοσαύτην ἂν ποιήσασθαι τὴν συμφορὰν, ὅσην περ εἰ κολακείαν αὐτῶν οἱ Ἕλληνες καταγνοῖεν, καὶ ἃ ζῶντες ἔφυγον καὶ ὑπὲρ ὧν ὅπως αὐτοῖς μὴ ἔνοχοι γένοιντο πάντα καὶ λέγειν καὶ πράττειν ὑπέστησαν, ταῦτα τεθνηκότες καὶ ἐπʼ ἐξειργασμένοις οἷς διενοήθησαν φέροιντο τὰ τῆς δουλείας ὀνείδη, ὁ δὲ ταῦτα πείθων εἴη Πλάτων, ὁ μόνος κοσμῆσαι τὰς ἐκείνων ἀρετὰς κατʼ ἀξίαν δυνάμενος, καὶ μέντοι καὶ κεκοσμηκώς. ἀλλὰ μὴν εἴ γε τοῦθʼ ἕπεται φύσει τοῖς ἀγαθοῖς ἀνδράσι, τὴν ἀγαθὴν δόξαν διώκειν, πῶς οὐκ ἀδικεῖσθαι φαίη τις ἂν αὐτοὺς, εἰ κινδυνεύειν μὲν καὶ πάσχειν ὁτιοῦν ᾤοντο δεῖν ἐπὶ τῷ καλλίονι τῶν λόγων, εἰ δὲ μὴ, μέρος γέ τι καὶ διὰ τοῦτο, ἐχόντων δὲ πέρας καὶ τῶν λόγων καὶ τῶν ἔργων αὐτοῖς καὶ προσέτι καὶ τοῦ βίου, τὴν ἐναντίαν δόξαν οἴσονται, καὶ πῶς ἂν μᾶλλον ἀποστεροίημεν τὸν μισθὸν αὐτοὺς, ὃς μόνος τοῖς ἐπιεικέσι παρὰ τῆς φύσεως ὑπάρχει, καὶ ταῦτα συμφάσκοντες εἶναι δεῖν τοῖς ἀγαθοῖς καὶ ζῶσι καὶ τελευτήσασιν. ἐξῆν γὰρ, ὦ γενναῖε, καὶ τοὺς νέους δικαίους εἶναι προτρέπειν καὶ τοῖς πρεσβυτέροις τὰ πρέποντʼ ἀποδοῦναι. καὶ γὰρ εἰ μηδὲν εἴχομεν ἐπαινεῖν αὐτοὺς, ἀλλʼ ἐξῆν γε δή που παρελθεῖν σιωπῇ, καὶ οὐκ ἔμελλες ὀφλήσειν ἀλογίου. ἀλλὰ γὰρ οὐκ εἰ Πλάτων ὁ τῶν Ἑλλήνων τοσοῦτον ὑπερφέρων καὶ

Intertext edge

Open linked passage

Note