Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
307.p245
307.p245
δικαίως μέγιστον ἐφʼ ἑαυτῷ φρονῶν κατηγορῆσαι τινῶν ἠξίωσε μεγέθει τινὶ καὶ ἐξουσίᾳ φύσεως, τοῦτο καὶ μάλιστʼ ἄν τις ἀγανακτήσειεν, ἀλλʼ ὅτι καὶ τῶν κομιδῆ τινὲς οὐδενὸς ἀξίων ἀφορμῇ ταύτῃ χρώμενοι μελέτην ἤδη τὸ πρᾶγμα πεποίηνται καὶ τολμῶσι καὶ περὶ Δημοσθένους, ὃν ἐγὼ φαίην ἂν Ἑρμοῦ τινος λογίου τύπον εἰς ἀνθρώπους κατελθεῖν, ὅ τι ἂν τύχωσι βλασφημεῖν. καίτοι τίς ἂν εἰς ζῶντας τελῶν τούτων ἀνάσχοιτο, οἳ πλείω μὲν σολοικίζουσιν ἢ φθέγγονται, ὑπερορῶσι δὲ τῶν ἄλλων ὅσον αὐτοῖς ὑπερορᾶσθαι προσήκει, καὶ τοὺς μὲν ἄλλους ἐξετάζουσιν, αὑτοὺς δὲ οὐδεπώποτʼ ἠξίωσαν, καὶ σεμνύνουσι μὲν τὴν ἀρετὴν, ἀσκοῦσι δʼ οὐ πάνυ, περιέρχονται δὲ ἄλλως βροτῶν εἴδωλα καμόντων, Ἡσιόδου κηφῆνες, Ἀρχιλόχου πίθηκοι, δύο μορφὰς ἔχοντες ἀντὶ τριῶν, τῆς τραγικῆς βοὸς τῶν ἱματίων τῶν ἠπημένων οὐδὲν διαφέροντες, τὰ μὲν ἔξω σεμνοὶ, τὰ δʼ ἔνδον ἄλλος ἂν εἰδείη τις, οὐδὲ μεθʼ ἡμέραν σώφρονες, ὡς Δημοσθένης φησὶν, ἀλλʼ αὐτοῖς καὶ ἡμέρα καὶ νὺξ ταυτόν ἐστι δυνηθεῖσιν· οἳ τοῦ μὲν Διὸς οὐδὲν χείρους φασὶν εἶναι, τοῦ δʼ ὀβολοῦ τοσοῦτον ἡττῶνται· ὀνειδίζουσι δὲ τοῖς ἄλλοις, οὐ τῶν πραγμάτων κατεγνωκότες, ἀλλὰ φθονοῦντες ὅτι αὐτοὶ ταῦτα πράττειν οὐ δύνανται. εἰ δέ τις αὐτῶν περὶ τῆς ἐγκρατείας διαλεγομένων ἀπαντικρὺ σταίη ἔχων ἔνθρυπτα καὶ στρεπτοὺς, ἐκβάλλουσι τὴν γλῶτταν ὥσπερ ὁ Μενέλεως τὸ ξίφος. αὐτὴν μὲν γὰρ ἐὰν ἴδωσι τὴν Ἑλένην, Ἑλένην λέγω; θεράπαιναν μὲν οὖν ὁποίαν ἐποίησε Μένανδρος τὴν Φρυγίαν, τῷ ὄντι παιδιὰν ἀποφαίνουσι τοὺς Σατύρους τοῦ Σοφοκλέους.
307.p246
307.p246
ἀλλὰ μὴν τήν γʼ ἀπιστίαν καὶ πλεονεξίαν αὐτῶν