Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 309 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
309.p248
309.p248
τὴν μεγαλοψυχίαν ὁρίζεσθαι, οὐκ εἰ μεγάλα δώσουσιν, ἀλλʼ εἰ μὴ μικρὰ λήψονται [ἤδη]. οὐ γὰρ τῷ μεγάλα δωρεῖσθαι δεικνύουσιν αὐτὴν, ἀλλὰ τῷ μεγάλα ἀξιοῦν λαμβάνειν. ἤδη δέ τινες καὶ τοῦθʼ, ὡς ἀκούω, δόγμα πεποίηνται, προσίεσθαι μὲν τὸ διδόμενον, λαμβάνοντες δὲ λοιδορεῖν. μόνους δὲ τούτους οὔτʼ ἐν κόλαξιν οὔτʼ ἐν ἐλευθέροις ἄξιον θεῖναι. ἐξαπατῶσι μὲν γὰρ ὡς κόλακες, προπηλακίζουσι δʼ ὡς κρείττονες, δύο τοῖς ἐσχάτοις καὶ τοῖς ἐναντιωτάτοις ἔνοχοι κακοῖς ὄντες, ταπεινότητι καὶ αὐθαδείᾳ, τοῖς ἐν τῇ Παλαιστίνῃ δυσσεβέσι παραπλήσιοι τοὺς τρόπους. καὶ γὰρ ἐκείνοις τοῦτʼ ἐστὶ σύμβολον τῆς δυσσεβείας, ὅτι τοὺς κρείττους οὐ νομίζουσι, καὶ οὗτοι τρόπον τινὰ ἀφεστᾶσι τῶν Ἑλλήνων, μᾶλλον δὲ καὶ πάντων τῶν κρειττόνων, τὰ μὲν ἄλλʼ ἀφωνότεροι τῆς σκιᾶς τῆς ἑαυτῶν, ἐπειδὰν δὲ κακῶς τινας εἰπεῖν δέῃ καὶ διαβαλεῖν, τῷ Δωδωναίῳ μὲν οὐκ ἂν εἰκάσαις αὐτοὺς χαλκείῳ, μὴ γὰρ ὦ Ζεῦ, ταῖς δʼ ἐμπίσι ταῖς ἐν τῷ σκότῳ βομβούσαις· συγκαταπρᾶξαι μέν τι τῶν δεόντων ἁπάντων ἀχρηστότατοι, διορύξαι δʼ οἰκίαν καὶ ταράξαι καὶ συγκροῦσαι τοὺς ἔνδον πρὸς ἀλλήλους καὶ φῆσαι πάντʼ αὐτοὺς διοικήσειν πάντων δεινότατοι· οἳ λόγον μὲν ἔγκαρπον οὐδένα πώποτʼ οὔτʼ εἶπον οὔθʼ εὗρον οὔτʼ ἐποίησαν, οὐ πανηγύρεις ἐκόσμησαν, οὐ θεοὺς ἐτίμησαν, οὐ πόλεσι συνεβούλευσαν, οὐ λυπουμένους παρεμυθήσαντο, οὐ στασιάζοντας διήλλαξαν, οὐ προὔτρεψαν νέους, οὐκ ἄλλους οὐδένας, οὐ κόσμου τοῖς λόγοις προὐνοήσαντο· καταδύντες δὲ εἰς τοὺς χηραμοὺς ἐκεῖ τὰ θαυμαστὰ σοφίζονται, σκιᾷ τινι λόγους ἀνασπῶντες, ἔφης ὦ Σοφόκλεις, τὸν ἀνθέρικον θερίζοντες, τὸ ἐκ τῆς ψάμμου σχοινίον πλέκοντες, οὐκ οἶδʼ ὅντινʼ ἱστὸν ἀναλύοντες· ὅσον γὰρ ἂν προκόψωσι τῆς σοφίας, τοσοῦτον ἀνταφαιροῦσι μεγάλα φρονοῦντες

Intertext edge

Open linked passage

Note