Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 46
Aristides, Aelius46 310 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
310.p249
310.p249
ἐὰν ῥητορικὴν εἴπωσι κακῶς, ὥσπερ οὐ καὶ τοὺς δούλους τοῖς δεσπόταις ὑπʼ ὀδόντα πολλάκις καταρωμένους, καὶ μάλιστα δὴ τοὺς μαστιγίας αὐτῶν. ἤδη δέ τις καὶ Σάτυρος τῶν ἐπὶ σκηνῆς κατηράσατο τῷ Ἡρακλεῖ, εἶτά γʼ ἔκυψε προσιόντος κάτω. εἰκότως δέ μοι δοκοῦσι κακῶς ἅπαντας λέγειν, πολὺ γὰρ τοῦ πράγματος αὐτοῖς περίεστιν, οἵ γε κἂν μηδενὸς ἀνθρώπων μέμνωνται, λέγουσιν ἃ λέγουσι κακῶς· ὥστʼ ἀφʼ ὧν ἔχουσι χαρίζονται. καὶ τολμῶσιν ἤδη τῶν ἀρίστων ἐν τοῖς Ἕλλησι μνημονεύειν, ὥσπερ ἐξὸν αὐτοῖς· ὧν εἴ τις ἐξέλοι τὴν ψευδολογίαν καὶ τὴν κακοήθειαν, ὡσπερεὶ τὰ ἰσχύρʼ ἀφῄρηκε τοῦ βίου. εἶτα τὸ κάλλιστον τῶν ὀνομάτων αὑτοῖς τέθεινται φιλοσοφίαν, ὥσπερ θέαν προκατειληφότες καὶ τοὺς ἄλλους εὐθὺς συγχωρεῖν δέον, ἢ τῇ μεταθέσει τῶν ὀνομάτων τὰ τοιαῦτα κρινόμενʼ, ἀλλʼ οὐ τοῖς πράγμασιν, ὥσπερ ἂν εἰ ὁ Φρυνώνδας ἐκεῖνος Αἰακὸν αὑτὸν μετέθετο, ὡς δὴ δίδυμος εὐθὺς εἶναι δόξων καὶ κρείττων ἁπάσης αἰτίας. ἐπιτρεπτικὸν τοῦτο κακουργημάτων, ὥσπερ ἂν εἰ καὶ ὁ κλέπτης ἡγεῖτο κλέψας τὰ βλεπόμενα Ῥαδάμανθυς εἶναι, ἢ ὁ Θερσίτης προσεῖπεν ἑαυτὸν Ὑάκινθον ἢ Νάρκισσον, ἢ ὁ Λυκάων Ἕκτορα, ἢ ὁ Κόροιβος Παλαμήδην, ἢ ὁ Μαργίτης Νέστορα, ἢ Βάττος Στέντορα, ὁ περὶ τῆς φωνῆς εἰς Δελφοὺς ἀφικόμενος. εἶδον δʼ ἔγωγε καὶ ἐν ψαλμῳδίᾳ θεράποντας ἀλιτηρίους τοῖς τῶν θεῶν ὀνόμασι κοσμοῦντας ἑαυτοὺς, ὧν ἀπώναντο τὸ σῶμα ξαινόμενοι, καὶ ἀξίως γʼ ἐγίγνοντο μᾶλλον θεοῖς ἐχθροί. οὐκ ἤρκεσε τῷ Βοσκυπταίχμῳ μεταθέσθαι τοὔνομα, ἀλλʼ ὅτʼ εὖ καὶ καλῶς εὐτυχῆ προσεῖπεν ἑαυτὸν, ἔτι κρεῖττον ἐδυστύχει. καὶ οὗτοι τὴν τῆς φιλοσοφίας εὐφημίαν προκαλυψάμενοι διὰ ταύτης κλέψειν οἴονται τἄνδοθεν. ἔπειτά γε ἀλώπηξ

Intertext edge

Open linked passage

Note