Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
311.p250
311.p250
ἀντὶ λέοντος ὑπέστη κερδαλῆ. ἀρχὴν δὲ οὐδʼ εἰδέναι μοι δοκοῦσιν οὐδʼ αὐτὸ τοὔνομα τῆς φιλοσοφίας ὅπως εἶχε τοῖς Ἕλλησι καὶ ὅτι ἠδύνατο οὐδʼ ὅλως τῶν περὶ ταῦτʼ οὐδέν. οὐχ Ἡρόδοτος Σόλωνα σοφιστὴν κέκληκεν, οὐ Πυθαγόραν πάλιν, οὐκ Ἀνδροτίων τοὺς ἑπτὰ σοφιστὰς προσείρηκε, λέγων δὴ τοὺς σοφοὺς, καὶ πάλιν αὖ Σωκράτη σοφιστὴν τοῦτον τὸν πάνυ; αὖθις δʼ Ἰσοκράτης σοφιστὰς μὲν τοὺς περὶ τὴν ἔριν καὶ τοὺς, ὡς ἂν αὐτοὶ φαῖεν, διαλεκτικοὺς, φιλόσοφον δʼ ἑαυτὸν καὶ τοὺς ῥήτορας καὶ τοὺς περὶ τὴν πολιτικὴν ἕξιν φιλοσόφους; ὡσαύτως δὲ καὶ τῶν τούτῳ συγγενομένων ὀνομάζουσί τινες. οὐ Λυσίας Πλάτωνα σοφιστὴν καλεῖ καὶ πάλιν Αἰσχίνην; κατηγορῶν οὗτός γε, φαίη τις ἄν. ἀλλʼ οὐχ οἵ γε ἄλλοι κατηγοροῦντες ἐκείνων τῶν ἄλλων ὅμως ταυτὸν τοῦτο προσειρήκασιν αὐτούς. ἔτι δʼ εἰ καὶ Πλάτωνος ἐξῆν κατηγοροῦντα σοφιστὴν προσειπεῖν, τί τούτους γʼ ἂν εἴποι τις; ἀλλʼ οἶμαι καὶ σοφιστὴς ἐπιεικῶς κοινὸν ἦν ὄνομα καὶ ἡ φιλοσοφία τοῦτʼ ἠδύνατο, φιλοκαλία τις εἶναι καὶ διατριβὴ περὶ λόγους, καὶ οὐχ ὁ νῦν τρόπος οὗτος, ἀλλὰ παιδεία κοινῶς. τεκμηριοῖ δὲ καὶ Δημοσθένης καὶ ἕτεροι μυρίοι. καὶ οὐ μόνον ἐν τοῖς καταλογάδην οὕτω ταῦτʼ ἔχοντʼ ἐστὶν, ἀλλὰ κἀν τοῖς ποιήμασιν. ἤδη μέντοι καὶ τοὺς κακοτεχνοῦντας ἐπισκώπτοντες καὶ τούτους ἔλεγον φιλοσοφεῖν, τὸν αὐτὸν τρόπον ὅνπερ καὶ τὸν σοφιστὴν ἐπὶ τὸ φαυλότερον ἤνεγκαν. αὐτὸς τοίνυν Πλάτων ὁ μάλιστʼ ἀνθαψάμενος τούτου τοῦ προσρήματος καὶ φιλοσοφίαν τοῦτʼ εἰπὼν, τό θʼ αὑτοῦ καὶ Σωκράτους καὶ πρᾶγμα καὶ γράμμα, ὅμως κατʼ ἀμφότερα πεποίηται τοὺς τρόπους αὐτῶν, τούς τε γὰρ φιλοκάλους καὶ φιλομαθεῖς ἐπιεικῶς εὕροι τις ἂν αὐτὸν φιλοσόφους ὀνομάζοντα, ἐγγύς τι τῆς τῶν πολλῶν κλήσεως, καὶ πάλιν που διαιρούμενος τούτους ἰδίᾳ προσείρηκε φιλοσόφους, τοὺς περὶ τὰς ἰδέας πραγματευομένους καὶ τῶν σωμάτων ὑπερορῶντας. οὕτως οὔτε τοὺς ἄλλους