Orationes 46
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
313.p253
313.p253
πονηρεύμασιν ἀσθένειαν καὶ ἀνανδρείαν ὁ θεὸς προσῆψεν, ἅπαντʼ ἂν ἀοίκηθʼ ὑπʼ αὐτῶν ἦν, ὥσπερ Ἡρόδοτος περὶ τῶν ὄφεων ἔφη. νῦν δὲ κἂν ἶβις τούτων κρατήσειε. καὶ ταῦτα μηδεὶς οἰέσθω βλασφημίαν εἰς φιλοσοφίαν ἔχειν μηδʼ ἀηδίᾳ μηδεμιᾷ λέγεσθαι, ἀλλὰ πολλῷ μᾶλλον ὑπὲρ φιλοσοφίας εἶναι καὶ πρὸς τοὺς ὑβρίζοντας ταύτην εἰρῆσθαι. καὶ συνηγορῶν τῇ φιλοσοφίᾳ νῦν αὐτῶν ἀναστὰς κατηγορῶ, εἴπερ τι δεῖ χρηστὸν αὐτοῖς εἶναι δοκεῖν. ἀναμνησθῶ καὶ τοῦ φαλακροῦ χαλκέως τοῦ τῇ δεσποίνῃ συνοικοῦντος. τοῦτον οὐκ ἀτιμάζων δή που φιλοσοφίαν ἐποίησε Πλάτων, ἀλλά τινας ὑπὲρ αὐτῆς κάλλιστʼ ἀνθρώπων εἰκάζων ἐνισταμένους, καὶ ῥᾳδίως αὐτοὺς ἀξιοῦντας τῶν μειζόνων ἢ κατʼ αὐτούς. ἐπεὶ καὶ τοῦτο ἔμοιγε θαυμαστὸν καὶ θεῖον φαίνεται τῆς ἐκείνου φιλοσοφίας, τὸ μὴ πᾶσιν εἰκῆ συγχωρεῖν ἐπικεκινδυνευκὸς, ἀλλʼ ἔκκρισιν εἶναι τῶν ἀνδρῶν καὶ τὰς φύσεις ἐξετάζεσθαι. οὐδὲ γὰρ τοὺς Ἠλείους αὐτοὺς ἔγωγε νομίζω καταλύειν τὸ τῶν Ὀλυμπίων οὐδὲ ἀτιμάζειν, ὅτι οὐ πάντας ῥᾳδίως προσίενται τοὺς τοιούτους ἀγωνιστὰς, ἀλλὰ πρόκρισιν ** ἐστὶν οὐ ταυτὸν, ἀλλά μοι καὶ μειζόνως αὔξειν δοκοῦσι καὶ κοσμεῖν τὸν θεσμὸν τῷ τοσοῦτον ἅπασι παριστάναι τὸν φόβον καὶ τῷ τὰ πάντα ἀξιοῦν εἶναι τὰ παρὰ σφίσι κηρυκεύεσθαι τὰ μὲν ἀποδύντα τὴν ἀρχὴν ὀφθῆναι. οὕτω τοίνυν καὶ ἡμεῖς οὐ φιλοσοφίαν ἀτιμάζομεν, ἀλλʼ ὑπὲρ φιλοσοφίας ἀμυνόμεθα, ὡς εἰκὸς ἦν. οἶμαι γὰρ ἔγωγε καὶ Πλάτωνα καὶ Πυθαγόραν αὐτοὺς ἀναστάντας καὶ λαβόντας σοφιστὴν πόρρω που οὕτω δὲ ἂν κελεύειν τούτους καθέζεσθαι καὶ νομίζεσθαι κάλλιστʼ ἂν οὕτως αὐτοῖς ὑπὲρ φιλοσοφίας εἶναι δεδογμένον ὂν καὶ τοὺς κωμάζοντας ἐπʼ αὐτὴν ἀποκρίναιεν, ὥσπερ οἱ τοὺς τῷ ὄντι κωμάζοντας ἐπʼ αὐτὴν ἀποκρίνοντες, καὶ ἡμεῖς οὐχ ἅπαντας δή που λέγομεν κακῶς, οὐδʼ εἰρήκαμεν, ἀλλʼ οἷς τοῦτο προσήκει τῶν σκηπτούχων καὶ οἵτινες ἂν γνωρίζωσι τὰ λεγόμενα, οὔθʼ