Orationes 47
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
315.p1
315.p1
νῦν σὲ καὶ μᾶλλον φιλοῦμεν οὕτως ἐρωτικῶς τοῦ Πλάτωνος ἔχοντα, ὃν ἐγὼ φαίην ἂν τιμᾶν καθʼ Ὅμηρον ἶσον ἐμῇ κεφαλῇ. εἰ γάρ τοι καὶ πάντες φαῦλοι πρὸς ἐκεῖνον, ἀλλʼ ἕκαστος τιμιώτατος αὐτὸς ἑαυτῷ, φασί. καίτοι τί λέγω; οὐκ οἶδα μὲν γὰρ εἰ πιστεύεις· ἀληθὲς δὲ ἐρῶ. εἰ δὲ μὴ ἐγγὺς ἐκεῖνον ἔφησας ἡμῶν εἶναι, οὐκ ἂν οὕτω με εὔφρανας ὡς ὅτι προκατείληψαι δείξας· οὕτως ἐμοὶ φίλος ἁνὴρ καὶ φίλων ἐπέκεινα. συνέβη δέ μοι καὶ περὶ Δημοσθένη τοιοῦτον ἕτερον, φράσω δὲ καὶ πρὸς σέ. ἀνὴρ τῶν ἐκ τῆς γερουσίας τῆς Ῥωμαίων, Λίβυς τὰ ἀρχαῖα, Μάξιμος τοὔνομα, ἄξιος ὅτου βούλει, φασὶ δὲ οἱ ταῦτα δεινοὶ καὶ ῥήτορα αὐτὸν ἐν πρώτοις εἶναι Ῥωμαίων, οὗτος τοῖς τε Δημοσθένους λόγοις προσέκειτο ὑπερφυῶς καὶ οὐκ οἶδʼ ὅντινα τρόπον καὶ τοῖς ἡμετέροις ἑάλω τούτοις· καὶ δὴ οἷα συμφοιτῶν τε εἰς Ἀσκληπιοῦ καὶ φιλοκαλίας ἐλλείπων οὐδὲν συνῆν ἐμοὶ καθʼ ἑκάστην ἡμέραν κατὰ τοὺς