Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 47
Aristides, Aelius47 316 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
316.p2
316.p2
λόγους· ὥστε τι καὶ περιειργασάμην πρὸς αὐτὸν ὑπὸ τοῦ τοιούτου. ἔτυχε γάρ μοι λόγος τις πεποιημένος ἐκ τρίτων πρὸς Λεπτίνην ἐξ ἀρχῆς τοιᾶσδε· εἶχον ἐν χερσὶ τὸν λόγον τὸν τοῦ Δημοσθένους, καὶ ὡς ἐγενόμην ἐπὶ τῶν κεφαλαίων ἃ τοῦ Λεπτίνου μέλλοντος ἐρεῖν ὑπετέμνετο, ἀποστήσας ἐμαυτὸν τοῦ Δημοσθένους ὑπʼ ἐμαυτοῦ τι συνεώρων. ὡς δὲ εὗρον καὶ δύο καὶ τρία τῶν χρησίμων, ἐνταῦθα πάλιν αὖ ἐπʼ ἄλλο τι ἐχώρουν. καί μοι πειρωμένῳ τὸ αὐτὸ ἀεὶ συνέβαινε. καὶ οὕτω δὴ ἀπὸ τοῦ κρασπέδου θοἰμάτιον, εἰ δὲ βούλει, τὸν λέοντα ἀπὸ τοῦ ὄνυχος ἀπειργασάμην. τοῦτον οὖν αὐτῷ τὸν λόγον δεῖξαι ἐπεχείρησα καὶ μέλλων δείξειν προεῖπον ὅτι πρὸς Λεπτίνην ἐφευρημένα σὺν τῷ πρὸς Λεπτίνην ἐφευρήσει. μὴ ἀδικῶ γε, ἔφην ἐγώ. καὶ ὃς μὰ Δία εὐγενῶς τε καὶ ὡς ἂν πᾶς ἠράσθη τε καὶ ἠγάσθη ὅστις φιλόλογος, Οἶσθα, ἔφη, ὅτι κάθημαι πρὸς τοῦ Δημοσθένους; κἀγὼ, τὸν αὐτὸν ἄρʼ, ἔφην, ἐμοὶ βουκολεῖς, ὥστʼ εἰ νικῴη μʼ, οὐκ ἐχθρὸς ὁ στεφανούμενος, ἀλλʼ ᾧ σύ τε κἀγὼ συσπεύδομεν. ὡς δὲ ἐκέλευε τὰ βιβλία ἐν μέρει δεικνύναι καὶ τὸ πρᾶγμα πανταχῆ σπουδὴ ἦν, οὑτωσί τοι, ἔφην ἐγὼ, σοὶ ταὐτὰ γιγνώσκω περὶ Δημοσθένους, καὶ ἡγοῦμαι ταυτὸν ὅπερ σὺ, μὴ ῥᾴδιον εἶναι τὸν ἄνδρα ἐκεῖνον παρελθεῖν. εἰ δʼ οὖν τις κἀμοὶ θεῶν ἐπιβοηθήσειε, πολλὰ δʼ ἐν Ἀσκληπιοῦ τὰ παράδοξα, ὅτι οὐκ ἔδειξας, ἔφην, τὰ ἆθλα, ἵνα προθυμότερον ἀγωνιζοίμην. ἀποτυγχάνοντι μὲν γὰρ μανία καὶ μηδὲν ἐπαΐειν περὶ λόγων· ἐὰν δʼ ἄρα, ἔφην, κρατῶ, τί μοι περιέσται; καὶ ὃς ἥσθη τε ἀκούσας, ὥσπερ ἐγὼ ἐκείνου ἀκούσας ἥσθην ὅτι τῷ Δημοσθένει συνεστήκοι, καὶ ἔδωκεν ἄδειαν δεῖξαι τὸν λόγον. καὶ ὅπως ἤδη διετέθη τὰ ἐπὶ τούτοις αὐτὸς ἂν εἰδείη, καὶ σὺ δὲ εἴ που συγγένοιο τῷ ἀνδρὶ καὶ μνησθείης. οὕτως ἐμοὶ κοινῶς μὲν εἰπεῖν τῶν παλαιῶν ἀνδρῶν, διʼ ἀκριβείας δὲ τούτων ὑπὲρ

Intertext edge

Open linked passage

Note