Orationes 47
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
317.p3
317.p3
πάντας ἔρως δεινὸς καὶ φιλία θαυμαστή τις ἐντέτηκεν ἐκ παιδός. ὥστε καὶ σοὶ νῦν οὐ μόνον οὐ νεμεσῶ τῆς γνώμης ἣν ἔχεις, ἀλλὰ καὶ συγχαίρω. καὶ φιλῶν οὐκ ἀνήσω, ὅτι μὴ καὶ ὅσον οἷόν τε προσθήσω, νομίζων ἀκριβῶς ἑταῖρόν τε ἐμαυτοῦ καὶ στασιώτην εἶναι. οὐ γὰρ εἰς μελάνδετον σάκος ταυροσφαγοῦντες, ὡς Αἰσχύλος ἐποίησεν, ἀλλʼ εἰς τοὺς Πλάτωνος λόγους ἀφορῶντες, ὥσπερ τινὰς συναγωγέας καὶ κοινοὺς, εἰκότως ἂν πιστεύειν ἀλλήλοις ἔχοιμεν περὶ ἁπάντων. πάρεστι δέ σοι γνῶναι ὅτι καὶ ἡμῖν τι προσήκει Πλάτωνος, εἰ καὶ μὴ τοσοῦτον ὅσον τοῖς σοφοῖς, ἀλλʼ ὅσον γε ἐπίστασθαι χαίρειν τῷ ἀνδρί. ἥ τε γὰρ ἡμῖν φωνὴ σὺν θεοῖς εἰπεῖν οὐχὶ κώλυμα τὸ μηδὲν ἂν τῶν ἐκείνου δέξασθαι δύνασθαι, οὐδέ τις ἡμᾶς ἀπελαύνει πρόρρησις εἰ καὶ μυστηρίων, καὶ τὸν βίον οὐ παντάπασιν ἀπᾴδειν φασὶ τῆς ἐκείνου γνώμης οἱ πεπειραμένοι. ἀλλʼ εἴτʼ ἐγὼ κατʼ ἐκεῖνον ἔφην τότε εἴτʼ ἐκεῖνος νῦν κατʼ ἐμὲ, οὐκ ἄν μοι δοκεῖ μέσος ἐγγενέσθαι οὐδὲ παρελθεῖν παρὰ τῷ ἑτέρῳ τὸν ἕτερον εὐνοίας ἕνεκα καὶ τοῦ ταὐτὰ γιγνώσκειν περὶ τῶν ὅλων εἶεν.
317.p4
317.p4
φέρε δὴ πρὸς αὐτοῦ τοῦ φιλίου Διὸς, ἐπεὶ καὶ Πλάτων τό τε ἀληθὲς ἁπανταχοῦ τιμᾷ καὶ τὰς ἐν τοῖς λόγοις συνουσίας ἀφορμὴν φιλίας ἀληθινῆς ὑπολαμβάνει, σαφέστερον κατίδωμεν τί ποτε ἦν ὅ σοι προσέστη τῶν λόγων, οὓς δὴ πρὸς αὐτὸν ἡμῖν φασί τινες πεποιῆσθαι. ἐγὼ μὲν γὰρ αὐτὸν ἐπειρώμην πανταχοῦ σύμψηφον ὄντα ἐμαυτῷ δεικνύναι. εἴτε γάρ τι ἡμῖν λελήρηται, οὐδὲν δεῖ τῆς Στησιχόρου παλινῳδίας, ἀλλὰ σπογγιὰ ἰάσεται, εἴτε τι καὶ κρεῖττον ἐν τοῖς λόγοις ἔνεστιν ἢ ὡς τοῦτο τὸ ἆθλον πρέπειν αὐτοῖς. σὺ δὲ ἐπαίνει μὲν, εἴ σοι μὴ δοκεῖ, μηδὲν μᾶλλον, συγγίγνωσκε δὲ ὅμως, εἰ μὴ καὶ τιμῆς ἀξιοῖς,