Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 47
Aristides, Aelius47 318 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
318.p5
318.p5
ἀλλὰ τούτου γε ἂν ἀξιοῖς. ἔφησθα, ὡς ἐγὼ πυνθάνομαι, δυσχεραίνειν ὅτι ἦν ἐν τοῖς λόγοις μνήμη τῆς εἰς Σικελίαν ἀποδημίας αὐτοῦ, καὶ ὅτι τοῦ βίου δὴ καθάπτεσθαι τοῦ Πλάτωνος ἐν τούτοις ἐδοκοῦμεν· ἐχρῆν δὲ ἄρα τοῦτο μὲν χωρίς που εἶναι, τὸν λόγον δὲ ἐλέγχειν, καὶ ταῦτά γε οὐκ ἐραστοῦ μόνον τὰ ἐγκλήματα, ἀλλὰ καὶ σωφρονοῦντος περὶ λόγους. ἀλλʼ ὅρα δὴ μὴ ἀναίτιόν με αἰτιᾷ. ἐγὼ γὰρ οὐκ ἔλεγον δή που Πλάτωνα κακῶς, ὥσπερ ἐν δικαστηρίῳ τινὶ κρίνων, οὐδʼ ᾐτιώμην τὰς ἀποδημίας, ἵνα χείρων νομίζοιτο, ἀλλὰ κἀν τούτοις μαρτυρεῖν ἔφασκον ἐμαυτῷ τε καὶ ῥητορικῇ. δῆλον γὰρ ὅτι εἰ μὲν μικροῦ τινος ἄξιον ἦν τὸ ἀδικεῖσθαι, ἢ τὸ δίκην λαμβάνειν ἀδικηθέντα, οὐδʼ ἂν ἐκεῖνον ἐπῆρεν οὐδεὶς πέλαγός τε τοσοῦτον πλεῖν καὶ παρʼ ἄνδρα τύραννον ὑπὲρ τῶν Λίωνος πραγμάτων, οὐδέ γε ἐκεῖθεν ἀναστρέψαντο συμπράττειν ἅπαντα Δίωνι, κατελθεῖν τε βουλομένῳ καὶ δίκην ὧν ἐπεπόνθει λαμβάνειν. νῦν δὲ ἔργῳ μαρτυρεῖν αὐτὸν ὅτι οὐ φαύλης φύσεως οὐδὲ τῆς τυχούσης εἴη δυνάμεως τὸ τοῖς ἀδικεῖν ἐπιχειροῦσι μὴ ἐπιτρέπειν. καὶ ταῦθʼ ὅτι ἀληθῆ εἰσὶ μὲν οἱ τῶν λόγων δήπουθεν ἀκούσαντες, εἰσὶ δὲ οἱ λόγοι. καὶ τὰ μὲν ἄλλα ἐῶ μεθʼ ὅσης αἰδοῦς καὶ πραότητος περὶ αὐτῶν τούτων διειλέγμεθα, τοσοῦτον δεινότητος εἰσφερόμενοι ὅσον μήτε ἐκεῖνον διέβαλλε κἀμοὶ κρείττω καθίστη τὸν λόγον, ἀλλʼ εἰσεποιήσαμεν ὥσπερ παράβασιν χωρίον ἐξαίρετον αὐτῷ. οὗ σὺ εἰ μὲν ἤκουσας, ἀναμνήσθητι, εἰ δὲ μὴ ἤκουσας, μὴ προκαταγίγνωσκε. φέρε οὖν σοι ὥσπερ οἱ ἐν τοῖς δικαστηρίοις ἀγωνιζόμενοι αὐτὰ ἐκ τοῦ βιβλίου παράσχωμαι. ἐκ τοῦ βιβλίου. μικρὸν δέ τι βούλομαι διαλαβεῖν, μή τις ὅλως οἰηθῇ με τοῖς λόγοις τούτοις κατηγορεῖν Πλάτωνος, ἢ λέγειν κακῶς μετὰ ἀφορμῆς. ἐγὼ γὰρ οὔτε αὐτὸς ἔγκλημα δή που ποιοῦμαι εἴ που καὶ ὁπωσοῦν ᾠήθη δεῖν Πλάτων ἀποδημῆσαι οὔτʼ εἰ ἄλλος τις προφέρει νοῦν ἔχειν ἡγοῦμαι, οὔθʼ ὅλως ἔξω τῶν εἰς τὸν λόγον ἡκόντων οὐδὲν περιεργάζομαι, [ὥστε εἰ δεῖ καὶ τοῦτο εἰπεῖν

Intertext edge

Open linked passage

Note