Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 47
Aristides, Aelius47 319 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
319.p6
319.p6
καὶ ἐν αὐτοῖς τούτοις] μή πω τοσούτου μηδὲν ἄξιον ἔστω νικητήριον, ἀλλʼ ἅ τε αὐτὸς ἔπραξε καὶ τίνων ἔπραξε χάριν καὶ ἃ αὐτὸς καθαρῶς εἴρηκε, ταῦτα συμβαίνειν φημὶ τοῖς ὑπὲρ τῆς ῥητορικῆς λόγοις· καὶ τοσούτῳ δέω κακίζειν ἐκεῖνον τούτοις, ὥστε εἰ δεῖ καὶ τοῦτο εἰπεῖν, καὶ ἐν αὐτοῖς τούτοις σεμνύνειν αὐτὸν ἡγοῦμαι, εἰ τούτων ἐκείνοις ὑπεναντίως ἐχόντων μὴ τὰ ἔργα μηδὲ τὰς πράξεις αὐτοῦ διαβάλλω, ἀλλʼ ἐκ τοῦ βίου καὶ τῶν ἔργων, ἃ μεθʼ ἡμῶν καὶ ὧν ἡμεῖς ἀξιοῦμεν εἶναι τίθημι, ταῦθʼ ἑτέρως ἔχοντα ἢ ὡς ἄν τις πιστεύσειεν ἀποφαίνω. δοκεῖ σοι ταῦτα κακίζοντος ἐκεῖνον εἶναι, ἤ τινος αὐθαδείας ἢ προπετείας μετασχεῖν; ἐγὼ μὲν οὐκ οἶμαι. ἀλλʼ εἰ δεῖ τι τούτοις ἔγκλημα ἐνεγκεῖν, μᾶλλον ἄν τις καλέσειε δικαίως εὐλάβειαν πλείω τῆς προσηκούσης. καίτοι ἐκεῖνός γε ὅπου καὶ μικρὸν ἐλέγχειν ἔχει τινὰ τῶν πρεσβυτέρων, ἢ καὶ τῶν καθʼ ἑαυτὸν ἐνδόξων ἀνδρῶν, οὐδὲν ὑφίεται. ἀλλὰ μή πω περὶ τούτων. ἀλλὰ τί χρῆν με ποιεῖν ὦ πρὸς Διός; πότερον μὴ μνησθῆναι τὸ παράπαν τῆς εἰς Σικελίαν ἀποδημίας ὥσπερ τι τῶν ἀπορρήτων μέλλοντα ἐρεῖν; ἀλλʼ οὔτε ψήφισμα συνῄδειν ἀπαγορεῦον καὶ τῷ λόγῳ συνέφερε, καὶ ἅμα ἀληθὲς ἦν· καὶ γὰρ ἔπλευσεν οὐχ ἅπαξ καὶ ὑπὲρ τοῦ Δίωνι γενέσθαι τὰ δίκαια. ἔστω δὲ ταῦτα· ἐφαίνετο δὲ ἐν τοῖς λόγοις Γοργίου εἰρηκὼς οὐ πολλοῦ τινος ἄξιον τὸ μὴ ἀδικεῖσθαι. εἰ δὲ ταῦτα ἀσθενῆ καὶ τοῦ μηδενὸς ἄξια, ἐν μέσῳ μὲν δὴ πρόκειται, λυόντων δὲ οἱ σοφοὶ, εἰ βούλονται, καὶ κακῶς λέγοντες ἐμέ. πάντως συνηθέστερον κακῶς λέγειν ἢ εὖ. ἀλλὰ σύν τινι ἔθει πρᾳοτέρῳ καὶ σχήματι χρῆν μνησθῆναι περὶ αὐτῶν; οὐκοῦν ἤκουσας τῆς παραιτήσεως εἰ μὴ τότε, ἀλλὰ νῦν. ὅτι δὲ οὐ τὰς παρὰ σοῦ ταύτας αἰτίας δείσαντες ὕστερον εἰσεποιήσαμεν ταῦτα, ἀλλʼ ἀπʼ ἀρχῆς ἐνῆν, κάλει τούτων μάρτυρας, εἰ βούλει, τοὺς ἀκούοντας. ἀλλὰ νὴ Δίʼ ἀνιαρὸν τοῦτο τοῖς Πλάτωνος ἑταίροις. ἕτερος λόγος οὗτος, οὐ πρὸς ἐμὲ, ἀλλὰ πρὸς ὁντιναδήποτε. ἢ καὶ τοῦτο ἀδικῶ ὅτι τὰ ἐκ τῶν Νόμων

Intertext edge

Open linked passage

Note