Orationes 47
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
320.p7
320.p7
αὐτοῦ παρεγραψάμην; καὶ ὅπως γε, ἐπεὶ καὶ δυσχεραίνουσι, κἀκεῖνο ἐπιδείξουσιν ὡς οὐ τοῖς αὐτὸς αὑτοῦ περιπίπτει λόγοις, ἐπειδάν τι φάσκῃ. ἐκ τῶν Νόμων τοῖς δʼ εὐδαιμόνως ζῶσιν ὑπάρχειν ἀνάγκη πρῶτον τὸ μὴ ἀδικεῖν ἄλλους, μήτε αὐτοὺς ὑφʼ ἑτέρων ἀδικεῖσθαι. τούτοιν δὲ τὸ μὲν οὐ πάνυ χαλεπὸν, τοῦ δὲ μὴ ἀδικεῖσθαι κτήσασθαι δύναμιν παγχάλεπον· καὶ οὐκ ἔστιν αὐτὸ τελέως ἔχειν ἄλλως ἢ τελέως γενόμενον ἀγαθόν. ἐπὶ τούτοις αὖ τοῖς ῥήμασι τί ἡμεῖς ἐφθεγξάμεθα ἐν τῷ βιβλίῳ; ἐκ τοῦ βιβλίου ἰοῦ ἰοῦ τῆς μαρτυρίας. τούτων ἐδεόμην. ταῦτα λέγει Πλάτων, ὁ τοῦ ἐπιγράμματος μετέχων καὶ διʼ ὃν τὸ Ἀρίστωνος γένος θεῖον ὡς ἀληθῶς. τελέως ἄρα, ὦ δαιμόνιε, ῥητορικὴ καλὸν καὶ οὐ πρὸς παντὸς οὔτε λαβεῖν οὔτε κτήσασθαι. φαίνει γὰρ καὶ σὺ τοῦτό γε συγχωρῶν, ὅτι ἐπὶ τῷ μὴ ἀδικεῖσθαι τέτακται. οὐκοῦν ὅτε ἀδικεῖν μὲν οὐ προσηνάγκαζεν, ἀδικεῖσθαι δὲ οὐκ ἐᾷ, ὡς δὲ ἐκ τοῦ λόγου συνέβαινεν, οὐδέτερον τούτων ἐᾷ, οὔτε ἀδικεῖν οὔτε ἀδικεῖσθαι, εἰ μὲν καὶ τῆς φιλοσοφίας ὁ αὐτός ἐστιν ὅρος, φιλοσοφία τις οὖσα ἡ ῥητορικὴ φαίνεται, εἰ δὲ ἐξαρκεῖ τῇ φιλοσοφίᾳ μὴ ἀδικεῖν, ἡ ῥητορικὴ τελεώτερον· τὸ γὰρ χαλεπώτερον κτήσασθαι καὶ μεῖζον ἤδη προστίθησιν, ὅπως μηδʼ αὐτὸς ὑπʼ ἄλλων ἀδικήσεται. πῶς οὖν τὸ αὐτὸ ἅμα μὲν τελέως ἀγαθὸν καὶ μέγιστον τῶν ἀγαθῶν, ἅμα δʼ ἔσχατον τῶν κακῶν καὶ κολακεία; ἢ πῶς ἐλάχιστον οἱ ῥήτορες δύνανται, εἴ γε οὗ παγχάλεπον κτήσασθαι δύναμιν, τοῦτʼ αὐτοῖς περίεστιν; ἐγὼ μὲν οὐκ ἔχω συμβαλεῖν. εὐδαίμονες ἄρα, οὐκ ἄθλιοι, κατὰ τὸν Πλάτωνος λόγον οἱ ῥήτορες, εἴ γε ὁ μὲν τελέως ἀγαθὸς εὐδαίμων, τοῦτο δὲ οὐκ ἔστι κτήσασθαι μὴ τελέως ἀγαθὸν γενόμενον. πότερον ταῦτα ὀρθῶς καὶ ἀναγκαίως ἔχει ἐνεγκεῖν εἰς μέσον, ἢ καὶ τοῦτο ἀδικοῦμεν καὶ περιεργαζόμεθα, εἰ μὴ προσκυνοῦμεν, ὡσπερεὶ κίστην ἀπόρρητα κρύπτουσαν; ἐγὼ δὲ οὐ τοῦτο ᾤμην εἶναι τὸ τἀπόρρητα