Orationes 47
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
321.p8
321.p8
ἐκφέρειν. καὶ ὅπως αὖ μή με φήσεις πικρότερα τοῦ δέοντος λέγειν. οὐ γὰρ ἔγωγέ τις τούτων αἴτιος, ἀλλʼ ἔδει δέχεσθαι τὴν πρόκλησιν. αὕτη δὲ τίς ἦν; τολμᾶν ἀκροᾶσθαι, ὥσπερ ἐν δικαστηρίῳ ἴσους καὶ κοινοὺς ἀμφοῖν.
321.p9
321.p9
ἀλλὰ γὰρ ὀρθῶς ἐγὼ περὶ τούτων, ὡς ἔοικε, προεωρώμην καὶ προὔλεγον ὡς εἰ μή τις ἅπαντος τοῦ λόγου διακούσεται, οὐ μόνον οὐ τιμήσει τὰ πρέποντα, ἀλλʼ οὐδὲ εἴσεται τοῦ πράγματος οὐδέν. διὰ ταῦτα ἠξίουν ἀκροᾶσθαι διὰ τέλους ὅστις μέλλει τὸ ἀγώνισμα πᾶν ὄψεσθαι καὶ ψῆφον ὀρθὴν καὶ δικαίαν ἐποίσειν. οὐδὲ γὰρ, ὦ ἄριστε ἀνδρῶν, οἱ δικασταὶ τοῦτον τὸν τρόπον κρίνουσι καὶ προοιμίου τινὸς ἢ διηγήσεως ἀκούσαντες ἀπαλλάττονται, οὐδὲ αὖ ταῦτα παρέντες πρὸς μέρος τι τῶν εἰκότων συνῆλθον, ἢ ὅσον μιᾶς τινος μαρτυρίας ἀκοῦσαι ἢ τῆς ἐπανόδου τῶν εἰρημένων, ἀλλʼ ἀκούσαντες ἀπʼ ἀρχῆς εἰς τέλος οὕτω τὴν ψῆφον φέρουσι· καὶ τοῦτο κἀκείνοις οἶμαι λυσιτελεῖ. πρὸς τῶν θεῶν τῶν ὁρκίων οὐδέ γε ὑμεῖς ὅταν ποιῆτε Ὀλύμπια, οὐχ οὕτως ἀγωνοθετεῖτε, τοῦ μὲν ἅπαντα ἀκούσαντες τῶν ἀγωνιστῶν, τοῦ δὲ ὅσον εἰσόδιον, ἢ τῶν μὲν ἐν μέσῳ τι, ἢ τῶν ἐν τέλει. πρὸς οὖν τί τοῦτο λέγω; ὅτι μικρῷ τινι τοῦ λόγου μέρει προστυχὼν ἀπὸ τούτου τὸ πᾶν ἔκρινας, προοιμίου δὲ οὐκ ἤκουσας οὐδὲ τῆς ὅλης καταστάσεως, ἣν ἐξῆν μηδὲν ἐλάττονος ἀξίαν νομίσαι τοῦ παντὸς ἀγῶνος, ὡς περὶ μέρους εἰπεῖν. τὸ γὰρ ἦθος ὅλον ἐνταῦθα ἂν μᾶλλον. ἐν αὐτοῖς γὰρ ἔγνως ὡς ἐπαινέσοντες πλέον τὸν ἄνδρα ἢ καθαιρήσοντες εἰσῄειμεν. οὕτω πᾶσαν αἰδῶ καὶ τιμὴν ἀπεδώκαμεν αὐτῷ, ὥστε εἰ αὐτὸς πρὸς αὑτὸν ἔμελλεν ἀντερεῖν, οὐκ ἄν μοι δοκοίη μᾶλλον αὑτοῦ