Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 47
Aristides, Aelius47 324 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
324.p13
324.p13
ὑπὲρ τοῦ αὐτοῦ. σκόπει γὰρ αὐτὰ ἃ λέγει. ἐκ τοῦ Ἀλκιβιάδου λέγεταί γέ τοι, ὦ Σώκρατες, οὐκ ἀπὸ ταὐτομάτου σοφὸς γεγονέναι, ἀλλὰ πολλοῖς καὶ σοφοῖς συγγεγονέναι, καὶ Πυθοκλείδῃ καὶ Ἀναξαγόρᾳ· καὶ νῦν ὅτι τηλικοῦτος ὢν Δάμωνι σύνεστιν αὐτοῦ τούτου ἕνεκα. τί οὖν; ἤδη τινὰ εἶδες σοφὸν ὁντιναοῦν ἀδυνατοῦντα ποιῆσαι ἄλλον σοφὸν ἅπερ αὐτός; ὥσπερ ὅς σε ἐδίδαξε γράμματα αὐτός τε ἦν σοφὸς καὶ σὲ ἐποίησε τῶν τε ἄλλων ὁντιναοῦν ἐβούλετο; ἦ γάρ; ναί. οὐκοῦν καὶ σὺ ὁ παρʼ ἐκείνου μαθὼν ἄλλον οἷός τε ἔσει; ναί. καὶ ὁ κιθαριστὴς δὲ καὶ ὁ παιδοτρίβης ὡσαύτως. πάνυ γε. ἱκανὸν γὰρ δή που τοῦτο τεκμήριον τῶν ἐπισταμένων ὁτιοῦν ὅτι ἐπίστανται, ἐπειδὰν καὶ ἄλλον τινὰ οἷοί τε ὦσιν ἀποδεῖξαι ἐπιστάμενον. ἔμοιγε δοκεῖ. τί οὖν ἔχεις εἰπεῖν, Περικλῆς τίνα ἐποίησε σοφὸν ἀπὸ τῶν υἱέων ἀρξάμενος; τί δὲ εἰ τὼ Περικλέους υἱέε ἠλιθίω ἐγενέσθην, ὦ Σώκρατες; ἀλλὰ Κλεινίαν τὸν σὸν ἀδελφόν. τί δʼ ἂν αὖ Κλεινίαν λέγοις, μαινόμενον ἄνθρωπον; ἐπειδὴ τοίνυν Κλεινίας μὲν μαίνεται, τὼ δὲ Περικλέους υἱέε ἠλιθίω ἐγενέσθην, σοὶ τίνα αἰτίαν ἀναθῶμεν, διότι σε οὕτως ἔχοντα περιορᾷ; ἐγὼ, οἶμαι, αἴτιος, οὐ προσέχων τὸν νοῦν. ἀλλὰ τῶν ἄλλων Ἀθηναίων δοῦλον ἢ ἐλεύθερον εἰπὲ ὅστις αἰτίαν ἔχει διὰ τὴν Περικλέους συνουσίαν σοφώτερος γεγονὼς, ὥσπερ ἐγὼ ἔχω σοι διὰ τὴν Ζήνωνος Πυθόδωρον τὸν Ἰσολόχου καὶ Καλλίαν τὸν Καλλιάδου· ὧν ἑκάτερος Ζήνωνι ἑκατὸν μνᾶς τελέσας σοφός τε καὶ ἐλλόγιμος γέγονεν. ἀλλὰ μὰ Δίʼ οὐκ ἔχω. πράγματά σοι παρέχειν ἔοικα· οὐ μέντοι πλείω ἢ ἐμαυτῷ καὶ τῷ ὑπογραφεῖ. περὶ γὰρ λύχνων ἁφὰς ταῦτα ἐζητεῖτο, καὶ ἔδει πρὶν εἰς εὐνὴν ἰέναι τέλος ἔχειν.
324.p14
324.p14
οὐκοῦν ὃ λέγω σκόπει. ταῦτα εἰ μὲν ἀναγκαῖα τῷ λόγῳ, καὶ τὰ παρʼ ἡμῶν εἰς ἐκεῖνον μετέχει τῆς ἀπολογίας, εἰ δὲ μὴ ἀναγκαῖα, ὅρα τὸ περιὸν τῆς

Intertext edge

Open linked passage

Note