Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 47
Aristides, Aelius47 330 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
330.p21
330.p21
ἐπαλείφουσιν αὐτὸν, ἀλλὰ λόγοις τοῖς εὐφημοτάτοις καὶ ὧν οὐδʼ ἂν αὐτὸς μείζους ἠξίωσεν ἀκούειν ὑπὲρ αὑτοῦ. εἰ γὰρ ἓν μόνον εἴπομεν ἀρχόμενοι τῶν λόγων τῶν πρὸς αὐτὸν, καλῶ δὲ ἐπὶ τῷ τολμήματι καὶ Ἑρμῆν λόγιον καὶ Ἀπόλλω μουσηγέτην καὶ Μούσας ἁπάσας, εἰ τοῦτο μόνον τὸ πάσας ἐπεθήκαμεν, τίς εἰς τοσοῦτον ἂν ἠρκὼς ἦν Πλάτωνα; μὴ γάρ τοι νομίσῃς ῥῆμα ἄλλως ἐφόλκιον εἶναι τοῦτο, ὥσπερ Ὁμήρῳ ἐστὶ Μοῦσαι δʼ ἐννέα πᾶσαι, ἀλλʼ εἰ περὶ τῶν ἑαυτοῦ λέγειν ἔξεστιν, ἀμήχανον ὅσον ἐστὶ τὸ τῆς προσθήκης. νὴ Δίʼ, εἴποι τις ἄν. ἀλλʼ ἐν τούτοις μόνοις ἡμῶν πλείω περιεργάζεται, τὰ δʼ ἄλλα μεστὸς εὐλαβείας ἁνήρ; οὐκ Ἀριστοφάνει μὲν λύγγα προσάπτει, οὐδὲν πρὸς λόγον, μᾶλλον δὲ καὶ παντελῶς πρᾶγμα ἄχαρι καὶ ἀπᾷδον τῶν περὶ ἔρωτος λόγων, τοσοῦτον δὲ ἀπέχει τοῦ τἀναγκαῖα ἢ τοῦ ἀληθῆ λέγειν ὥστε ὅλην δή που τὴν συνουσίαν ἔψευσται καὶ τοὺς τεθνεῶτας ὡς ζῶντας συμπλάττει. γνοίης δʼ ἂν ἐξ αὐτῶν τῶν λεγομένων. Μαντινεῖς μὲν γὰρ, ὧν ἐν τῷ λόγῳ μέμνηται λέγων ὡς ἐπὶ Ἀρκάδων διῳκίσθησαν ἐπὶ τοῦ δεῖνος ἄρχοντος, Σωκράτης δὲ ἐτεθνήκει πρὸ τόσου καὶ τόσου, ὁ δὲ Ἀριστοφάνης αὐτῷ λύζει τε καὶ λέγει ταῦτα πρὸς τοῦ Σωκράτους. εἶτʼ ἐκείνῳ μὲν ἔνια καὶ μηδαμῆ συμβαίνοντα ἔξεστι συμπλάττειν, κἂν ἔξω φανερῶς ᾖ τοῦ λόγου, ἡμῖν δὲ ἄρα τίς μνησικακήσει εἴ τι τῶν ὑπʼ αὐτοῦ πραχθέντων ἠνέγκαμεν εἰς μέσον;

Intertext edge

Open linked passage

Note