Orationes 48
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
331.p1
331.p1
ἃ πρώην ἤρου με περὶ τοῦ Νείλου, ἐπειδή σοι διὰ βραχέων καὶ ἐπιπολῆς ἀπεκρινάμην καὶ ἅμα οἱ ἐπεισελθόντες ἀφείλοντο, ἐβουλήθην ἀναλαβὼν διελθεῖν σοι καὶ ὥσπερ ἄλλο τι χρέος ἀποδοῦναι πάντα τὸν λόγον· εἰρήσεται δὲ καὶ ταῦτα ὡς δυνατὸν ἐν βραχυτάτοις. ἐπειδὴ γὰρ καὶ μέχρι τῆς Αἰθιοπικῆς χώρας προελθὼν καὶ αὐτὴν διερευνησάμενος Αἴγυπτον τετράκις τὸ σύμπαν, καὶ παρεὶς οὐδὲν ἀνεξέταστον, οὐ πυραμίδας, οὐ λαβύρινθον, οὐχ ἱερὸν, οὐχὶ διώρυχας, ἀλλʼ ὧν μὲν ἐν ταῖς βίβλοις τὰ μέτρα ὑπῆρχεν ἐκεῖθεν πορισάμενος, ὧν δὲ μὴ ἐξ ἑτοίμου λαβεῖν ἦν ἐκμετρήσας αὐτὸς μετὰ τῶν παρʼ ἑκάστοις ἱερέων καὶ προφητῶν, εἶτʼ οὐκ ἠδυνήθην αὐτά σοι διασώσασθαι, τῶν ὑπομνημάτων διαφθαρέντων ἃ τοῖς παισὶ προσέταξα ποιεῖσθαι, τοῦτό γʼ ἂν ἔχοιμι τὸ ἕν τε καὶ μικρὸν ἐρώτημα ἀπολῦσαι, τὸ πῶς ὁ Νεῖλος ἀνέρχεται καὶ τίς ἡ πρόφασις τὸ τἀναντία αὐτὸν πεπονθέναι τοῖς ἄλλοις ποταμοῖς περὶ τὰς ὥρας τοῦ ἔτους. μέμνησαι μὲν οὖν ὅτι καὶ τότʼ εὐθὺς ἀπεκρινάμην ὅτι κινδυνεύει περὶ Νείλου σαφὲς οὐδεὶς οὐδὲν ἔχειν λέγειν, ἀλλὰ ληροῦσιν εἰκῆ, οἱ μὲν πρὸς τὸ δοκοῦν αὑτοῖς ἰσχυριζόμενοι, οἱ δʼ οὐδʼ αὐτοὶ πάνυ τι πεπεισμένοι, προσποιούμενοι σχήματος ἕνεκα τοῦ πρὸς τοὺς πολλοὺς, ὅπως τι δοκοῖεν περὶ τῶν ἀδήλων ἐπίστασθαι· δίειμι δέ σοι καὶ νῦν οὕτως οὐ τὴν αἰτίαν ὑφʼ ἧς τοῦτο συμβαίνει, ἀλλʼ ὅτι οὐ διὰ ταῦτα ἃ ἕκαστοι λέγουσιν.
331.p2
331.p2
ἀνάγκη δʼ ἐνίων μνησθῆναι καὶ ὧν Ἡρόδοτος ἀντιλέγων ἐλέγχει, πρῶτον μὲν ὅτι οὐχ οἱ ἐτησίαι τὸ ῥεῦμα ἀνακόπτοντες ποιοῦσι τὴν ἐπίκλυσιν. εἰ γὰρ ἦν παρὰ τοῖς