Orationes 48
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
332.p3
332.p3
ἐτησίαις τὸ αἴτιον, εὔδηλον δή που τοῦθʼ ὅτι μὴ πνευσάντων γε οὐκ ἂν ἐγίγνετο· ὃ πολλοῦ δεῖ συμβαίνειν οὕτως. ἔτι δʼ εἰ οἱ ἐτησίαι πρὸς μεσημβρίαν πνέοντες ἀνέστελλον τὸν τοῦ Νείλου ῥοῦν, χρῆν δή που καὶ τοὺς πρὸς ἄρκτον πνέοντας ἀνέμους τὸ αὐτὸ τοῦτο ποιεῖν περὶ τοὺς ἐπέκεινα ποταμοὺς, Τάναϊν λέγω καὶ Φᾶσιν καὶ ὅσοι τούτοις ἑξῆς εἰσι. πολλοὶ δὲ πολλάκις ἤδη καὶ νότοι καὶ οἱ παρʼ αὐτοὺς ἀπὸ Λιβύης ἐκπνέοντες παρέτειναν, καὶ θέρους ὥρᾳ καὶ χειμῶνος, καὶ οὐδεὶς τούτων τῶν ποταμῶν τοῦτο ἔπαθεν, οὐκοῦν οὐ τῶν γε ἐπιφανῶν. εἰ γὰρ αὖ φήσουσιν ὅτι ἡ συνέχεια τῶν ἐτησίων ἀπωθεῖ τὸν Νεῖλον, ὅτι μὲν καὶ οὓς εἶπον ἄνεμοι μυριάκις διήρκεσαν οὐκ εἰς ἔλαττον χρόνου παραλείπω, ἀλλʼ ὅ γε Νεῖλος οὐ μεσούντων ἐτησίων οὐδʼ ἡνίκʼ ἂν ὦσι πρὸς τῷ λήγειν, τότε πληροῦται, ἵνα τῷ χρόνῳ δῶμεν τὴν ὑπερβολὴν, ἀλλὰ καὶ ἀρχομένων καὶ πρὶν ἄρξασθαι πολλάκις. ὥστʼ οὐκ ἂν τὸ συνεχὲς τῶν πνευμάτων αἴτιον εἴη, ἃ πρὶν εἶναι κεκίνηται. ἀλλὰ μὴν οὐδʼ οἱ ἐτησίαι κατὰ στόμα παντάπασιν ἐκφυσῶσι τοῦ Νείλου, ἀλλʼ εἰς τὴν ὄχθην τὴν ἑῴαν· οἱ γοῦν πλείους αὐτῶν εἰσι δή που ζέφυροι. οὗτοι δʼ ἀπὸ ἑσπέρας πρὸς ἥλιον ἀνίσχοντα ἀποτείνουσιν. οὔτʼ οὖν διὰ τοὺς ἐτησίας ἀνακόπτεσθαι δυνατὸς, εἴ τε διὰ τούτους, τί δή ποτʼ οὐ καὶ πάντες αὐτὸ πάσχουσιν ὅσοι τῷ Νείλῳ τὴν αὐτὴν ῥέουσι; πρὸς δὲ καὶ γέλως ἤδη γίγνεται τὸ τῶν ἐτησίων παντελῶς. εἰ γὰρ παραδεξόμεθα τοῦτον τὸν λόγον, κἀκεῖνο ἤδη χρὴ προσπιστεύειν, ὅτι ἀπηλιῶται μὲν πνέοντες τὸν Ἠριδανὸν ἱστᾶσι καὶ ὅσοι τῷ Ἰονίῳ κατὰ ταὐτὸ ὁμιλοῦσι· ζεφύρων δὲ πνεόντων ὁ Ῥῆνος εἴσω ῥεῖ καὶ οὐ διεξέρχεται πρὸς τὴν ἔξω θάλατταν· τῶν δὲ περὶ βορέαν οἱ πρὸς μεσημβρίαν πληθύουσι, νότων δὲ οἱ πρὸς ἄρκτῳ κατὰ τὰ αὐτά· καὶ οὕτως οὗ τὴν αἰτίαν ζητοῦμεν, τί δή ποτε ἐφʼ ἑνὸς μόνου συμβαίνει, τοῦθʼ ἅπασι προσθήσομεν ἐν κύκλῳ. καὶ πῶς οὐχ ὑπερφυὲς, μᾶλλον δʼ ὅλως ἐπιλῆσμον, ζητεῖν μὲν διὰ τί ὁ Νεῖλος ἐκ πάντων, πάντας δʼ ἀποφαίνειν τὸ αὐτὸ πάσχοντας ἐκ τῶν αὐτῶν; καὶ μὴν εἰ μὲν οὐδεὶς ἄλλος