Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 48
Aristides, Aelius48 333 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
333.p4
333.p4
τοῖς αὐτοῖς ἐνέχεται, ψευδὴς ὁ λόγος, εἰ δʼ ἅπαντες, τί δεῖ λέγειν ὡς ὁ Νεῖλος μόνος; ἢ γὰρ οὐ χρὴ ζητεῖν, ἢ τὸ αἴτιον οὐ τοῦτο.
333.p5
333.p5
ἀλλὰ μὴν κἀκεῖνό γε δῆλον ὅτι οὐδʼ ἐν τοῖς φαυλοτάτοις τῶν ποταμῶν ἐστιν ὁ Νεῖλος, οὐδʼ οὕτω παρὰ πάντας εὐμεταχείριστος ὥστε μόνου τούτου τὰ στόματα ὑπὸ τῶν πνευμάτων ἀνακόπτεσθαι καὶ μεταπίπτειν. ὁπότε γὰρ μηδὲ τὰ βραχύτατα ἀποκλείεται τό γε παντελὲς, ἀλλʼ ἐκροὴν ἴσχει, πῶς τόν γε Νεῖλον, ὃς ἅπασαν Αἴγυπτον οἷός τʼ ἐστὶν ἐπικλύζειν, ἡττώμενον τῶν ἀνέμων εἰκός ἐστι τοῦτο ποιεῖν; ὁρῶμεν δʼ ὅτι οὐδʼ αἱ τῆς θαλάττης ἠιόνες οὐδʼ ὅσα τενάγη καὶ λίμναι, μὴ ὅτι τοσοῦτον ἐπέχεται ὑπʼ ἀνέμων τῶν γε δὴ πολλῶν καὶ συνήθων, ἀλλʼ οὐ πόσον φῶ τῆς αὐτῶν ἐκβαίνει χώρας· ἀλλὰ κύματα μὲν προσκλύσαντα ἐπαναχωρεῖ, τενάγη δὲ ἀτρεμῆ μένει· καίτοι τά γʼ ἐν τῷ ἰσοπέδῳ ῥᾴω κλιθῆναί ἐστιν ἢ τὰ πρὸς τὸ κάταντες ῥέοντα μεταστραφῆναι. οὐ μὴν οὐδὲ τοῦτʼ ἔστιν εἰπεῖν, ὡς ἰσχυρότατοι τούτοις τοῖς τόποις οἱ ἐτησίαι προσβάλλουσιν· ἀλλʼ εἴτε ζεφύρους εἴτε βορέας εἴθʼ οὕστινας αὐτοὺς εἶναι δοῦναι δεῖ, τοῖς ἐγγυτέρω δή που καὶ πρὸς αὐτῶν σφοδρότεροι καὶ βιαιότεροι προσπίπτουσιν· ὧν οὐδενὸς ταὐτὸ πάσχοντος πῶς εἰκός ἐστι μόνον τὸν Νεῖλον, ὃς πρὸς τῷ πλεῖστον τῆς ἐκδρομῆς τῶν ἐτησίων ἀπέχειν, τοσοῦτον καὶ τῷ ῥεύματι; ἔτι τοίνυν καὶ ὅλως ἀναιδές ἐστιν. οὐ γὰρ ὅτι ἀξιοῦσι τοὺς ἐτησίας αἰτίαν παρέχειν, διὰ τοῦθʼ ὁ Νεῖλος οὐκ ἐξίησιν εἰς θάλατταν, ἀλλʼ ἐπʼ αὐτὰ τὰ στόματα ἐλθόντι πανταχοῦ φανεῖται ῥέων λαμπρὸς ἐν λαμπροῖς ἐτησίαις. οὐ λεκτέος ἦν ἔτι οὗτος ὁ λόγος τοῖς τι καὶ μικρὸν εἰδόσι περὶ Νείλου. ὥστε τῶν ἀτόπων τὰ ἐν ποσὶν οὐκ ἰδόντας περὶ τῶν ἔξω διαφέρεσθαι καὶ τὰ δῆλα τοῖς ἀδήλοις ὑπάγειν, ἀλλὰ μὴ τούτοις ἐκεῖνα πιστοῦσθαι, ἐάν περ ἐγχωρῇ. τὰ τοίνυν στόματα ἅπαντα, ἐάν τε φῶσιν ἐάν τε μὴ φῶσιν οἱ σοφισταὶ, ἐξίησι—καὶ τοῦτʼ ὀφθαλμοῖς, οὐχὶ λόγῳ κρίνεται—καὶ οὐκ ἐπὶ βραχύ γε οὑτωσὶ οὐδʼ ἐφʼ ὅσον τὰ τῶν ἄλλων καὶ πολλῶν ποταμῶν, ἀλλʼ εἰς ὅσον εἰκὸς τοῦ μεγίστου τῶν ποταμῶν ἐξικνεῖσθαι, καὶ ἐπὶ πολύ γʼ αὖ πλέον τοῦ θέρους ἢ τοῦ χειμῶνος. ἔγωγʼ

Intertext edge

Open linked passage

Note