Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 48
Aristides, Aelius48 334 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
334.p6
334.p6
οὖν ἤκουσα τοῦτο δὴ τὸ τοῦ Δημοσθένους, ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι, Δίωνος ἑταίρου ἡμετέρου καὶ πραγμάτων καὶ λόγων ἐμπείρου, ὃς ἔφη πλεῖν ἐπʼ Αἰγύπτου θέρους ὥρᾳ, καὶ γῆν οὔπω φαίνεσθαι, ἀλλʼ ἀπέχειν ὅσον μηδὲ τεκμήρασθαι, τοὺς δὲ ναύτας ἀρύσασθαι, εἴτʼ οὖν ἐπεῖξαν εἴτε καὶ ἄλλως βουλομένους ἐπιδεῖξαι τοῖς ἐμπλέουσιν ὕδωρ καθαρὸν καὶ πότιμον ἐκ πολλοῦ κάτωθεν· ἐπὶ τοσοῦτον ἐπιρρεῖν τὸν Νεῖλον τῆς τε γῆς ἔξω καὶ αὐτῆς θαλάττης ἄνω. καίτοι εἰ τὰ στόματα ἵστατο ὑπὸ τῶν ἐτησίων αὐτοῦ, πῶς εἰκὸς ἦν τοὺς τοῖς ἐτησίαις μέσοις καταίροντας ἐν μέσῃ θαλάττῃ τὸ τοῦ Νείλου ὕδωρ λαμβάνειν; καὶ μὴν καὶ αἱ λίμναι γε, ὅταν ἀρκούντως ἡ γῆ βρεχθῇ, μεθίενται πάλιν εἰς τὴν θάλατταν ὑπὸ τῶν Αἰγυπτίων. πῶς οὖν ἂν ἐξέρρεον, εἴπερ ἐκώλυον οἱ ἐτησίαι; ὡς ἐκεῖνό γε ἀμήχανον, κατὰ μὲν στόμα καὶ ᾗ πέφυκε ῥεῖν ὁ ποταμὸς καὶ βιαιότατός ἐστιν αὐτὸς αὑτοῦ τοὺς ἀνέμους ἀνθισταμένους εἴργειν, οὗ δʼ εἰς τὰς λίμνας χυθεὶς ἡσυχάζει, μηδαμοῦ τὰ πνεύματα ἀποκωλύειν, ὅταν δεήσῃ τῆς ἐκροῆς.
334.p7
334.p7
ἀλλὰ τοῦτον μὲν τὸν λόγον ὥσπερ ἐν ταῖς παραγραφαῖς ** καὶ ἀνίσχυρον ἐκκρούει τὸ παντὶ ὁρᾶν εἶναι ῥέοντα τὸν ποταμὸν καὶ ὃ λέγω πολὺ ἐρρωμενέστερον τοῦ θέρους ὡς ἂν ἐκ πλήθους ἢ τοῦ χειμῶνος. εἰ γὰρ ἐξεπίτηδες ἔδει τοὐναντίον τοῦ συμβαίνοντος εἰπεῖν, οὐκ ἦν ἄμεινον εὑρεῖν. ἕτερον δʼ ἐξεταστέον ἄνδρα τε καὶ λόγον, ὅς φησι
334.p7
Νείλου μὲν αἳδε καλλιπάρθενοι ῥοαὶ,
334.p7
ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
334.p7
λευκῆς τακείσης χιόνος ἀρδεύει γύας.
334.p7
πῶς οὖν, ὦ σοφώτατε Εὐριπίδη, λευκῆς τακείσης χιόνος ἀρδεύει Νεῖλος Αἰγύπτου γύας; τῆς ποῦ τακείσης; πότερον τῆς ἐν Σκυθίᾳ; καὶ τί τοῦτο πρὸς τὸν Νεῖλον; ἀλλὰ τῆς ἐν Αἰθιοπίᾳ, ἢ ἔτι προσωτέρω; ἀλλὰ τοῦτʼ ἐκείνου γελοιότερον. ὁρμᾶται μὲν γὰρ ἐκ τῶν θερμοτάτων τῆς οἰκουμένης ὁ Νεῖλος δή που καὶ προϊὼν εἰς ἧττον ἀεὶ θερμὴν ** ὧν γοῦν ἴσμεν ὡς εἰπεῖν ἔτι θερμοτάτην Αἴγυπτον, ἐν δὴ ταύτῃ γνώριμος ἡμῖν ἤδη γίγνεται. πῶς οὖν δυνατὴ πίπτειν χιών ἐστιν ἐν τοιαύτῃ φύσει χώρας, ἄλλως τε καὶ τοσαύτη, ὅση τὸν Νεῖλον ἐγεῖραι; ὅπου γὰρ

Intertext edge

Open linked passage

Note