Orationes 48
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
335.p8
335.p8
οὐδʼ οἰκεῖν ἔτι φασὶν εἶναι διὰ καῦμα, ποίαν εἰκὸς εἶναι χιόνα, ὑφʼ ἧς γίγνεσθαι ῥεῦμα τοσοῦτον; ὅμοιον γάρ ἐστι τοῦτό γε ὥσπερ ἂν εἴ τις τοὺς ἐν τῇ Αἴτνῃ κρατῆρας ἀπορροὴν εἶναι κρυστάλλου βιάζοιτο, ἢ εἴ τις τὴν μὲν χιόνα θερμαίνειν, τὸ δὲ πῦρ ψύχειν ἐπιχειροίη λέγειν. ὅταν γὰρ ἐν αὐτῇ τῇ χώρᾳ τῆς θέρμης τιθῇ τις εἶναι χιόνα, πῶς οὐ τοιοῦτον γίγνεται, ὥσπερ ἐξ Ὀδρύσων ἢ Βισαλτῶν τὸν Νεῖλον ὁρμώμενον, ἀλλʼ οὐχ ὅθεν οὐδʼ εἰπεῖν ἔχομεν πλήν γε δὴ ὅτι ἀεὶ ἀνὰ πλέον εἰς θερμότερα ἀφικνεῖ, ἕως οὐκ ἔστιν ἀντισχεῖν. καὶ ὡς ἔοικεν, Αἰγυπτίων μὲν οἱ μὴ ἀποδημήσαντες οὐδὲ εἶδον χιόνα, ἀλλʼ οὐδʼ ἑτέρου λέγοντος δύνανται μαθεῖν, —ἡμεῖς γοῦν ὥσπερ ἄλλο τι τῶν ἀτόπων ἀφηγούμενοι διδάσκειν οὐκ εἴχομεν, ἀλλʼ ὥσπερ ὅσα ἑρμηνέως ἐδεῖτο ὅλως πρὸς τοὺς βαρβαρίζοντας αὐτῶν, οὕτω τοῦτο ἄγνωστον ἦν—οἱ δʼ ἐπὶ τῇ τῆς μεσημβρίας ἀρχῇ χιόνος πλέον ἢ θέρμης ἔχουσι; καὶ τί γένοιτʼ ἂν τούτου τραγικώτερον ψεῦσμα, ἄν τʼ Εὐριπίδης ἄν τʼ Αἰσχύλος αὐτὸ συνθῇ; αὐτῆς γοῦν Αἰγύπτου τὰ πρῶτα πρὸς τὰ τελευταῖα πλέον ὡς εἰπεῖν διαλλάττει ἢ ἄλλο ἔθνος πρὸς αὐτὴν Αἴγυπτον· τοσοῦτον τὰ ἄνω προφέρει καύματι. ἃ τοίνυν περὶ τὰς ἐσχατιὰς τῆς Αἰγύπτου τὰς πρὸς ἡμῶν καὶ τῆς θαλάττης τὸ πρὸς Αἰγύπτου οὔτε συμβαίνει οὔτε τις ἤκουσε πώποτε, πῶς ταῦτʼ εἰκὸς ἐπʼ ἀρχῇ τῆς μεσημβρίας εἶναί ποτε φῆσαι; κρύος καὶ πλῆθος χιόνος τοσοῦτον ὥστε τὸ ἐκείνης ὕδωρ πλέον ἢ τὸ κύριον εἶναι τοῦ ποταμοῦ· καὶ πνεύματα μεσημβρινὰ πνευμάτων πάντων σύνισμεν ὄντα θερμότατα, καὶ αὐτὸν τὸν ἥλιον μεσημβρίζοντα τὰ εἴσω φλέγοντα· ὃ δὲ τῶν ἐσχάτων ἐστὶ κρυμῶν καὶ χειμώνων καὶ τῆς παρʼ ἡμῖν ὥρας, ἡνίκʼ ἂν ᾖ χειμεριωτάτη, τοῦθʼ οὕτως ἄφθονον εἶναι τοῖς ἐκεῖ τιθέντες οὐκ αἰσχυνούμεθα, ἐὰν μὲν αὐτοὶ λέγωμεν τὸν λόγον, ὡς ἀναιδῆ ψευδόμενοι, ἐὰν δʼ ἑτέροις λέγουσι πιστεύωμεν, ὡς ῥᾳδίως ἐξαπατώμενοι; μικροῦ δʼ ἔγωγε δέω λέγειν μόνον τοῦτο μηδʼ ἐπείσακτον εἶναι τῇ χώρᾳ, καθάπερ φύσιν πολέμιον. καὶ μὴν ὅτι γε