Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 48
Aristides, Aelius48 336 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
336.p9
336.p9
σπουδάζεται τὴν θερινὴν ὥραν ἅπαντες σύνισμεν, ἀλλʼ ὅμως πάντʼ ἂν εὕροις ἐν τῇ μεγάλῃ πόλει τῇ Ἀλεξάνδρου πλὴν τούτου· καίτοι κράσπεδον Εὐριπίδου φωνῇ μάλιστʼ ἄν τις αὐτὴν Αἰγύπτου προσείποι. εἶθʼ ὃ μηδʼ ἐπείσακτον αὐτοῖς ἐστι θέρους νόμῳ, τοῦτʼ ἄγειν τὸν Νεῖλον θέρους ὥρᾳ τοσοῦτον πλήθει; πάντων γε ἥκιστά μοι δοκεῖν. καὶ πρὸς μὲν Εὐριπίδην τε καὶ Αἰσχύλον καὶ ταῦτα ἴσως οὐχ ἱκανὰ, ἀλλὰ πέρα τῶν ἱκανῶν, οὕτως γε σαφοῦς καὶ πρὸ ποδῶν ὄντος τοῦ ἐλέγχου, καὶ δεικνύντος ὅλως τὸ ἀδύνατον, ὥσπερ ἐν τοῖς ἄνω τῆς ἐκροῆς.
336.p10
336.p10
ἴωμεν δὲ ἐπὶ τὴν τῶν πολλῶν δόξαν ἤδη καὶ τοὺς χαρίεντας τοὺς πεποιηκότας αὐτήν· οἳ φασὶν ὕειν περὶ τοὺς ἄνω τόπους, ὅταν ὦσιν ἐτησίαι, καὶ τὰ νέφη παρʼ ἡμῶν ἐλαυνόμενα ἐκεῖ καταρρήγνυσθαι, ἐκ δὲ τῶν ὄμβρων τὸν Νεῖλον πληρούμενον εἰκότως μείζω τοῦ θέρους ἢ τοῦ χειμῶνος εἶναι. δεῖ τοίνυν σε μαθεῖν τὸ συμβαῖνον ἅπαν περὶ τὴν ἀνάβασιν. ὁ γὰρ Νεῖλος, ἡνίκʼ ἂν αὐτῷ ὡραῖον ᾖ, κατέρχεται τὰ ὑψηλὰ, κατέρχεται δὲ οὐ φανερᾷ τῇ προσθήκῃ οὐδʼ ὥστε ὀφθαλμῷ γνῶναι τὸ ὕδωρ ἐπιφερόμενον, ἀλλʼ ἀρξάμενος ἀπὸ δακτύλων ὀλίγων ἐπιδίδωσι τοσοῦτον ὥστʼ ἐν μησὶ μικροῦ τέτταρσι τοὺς τέτταρας ἢ πεντεκαίδεκα τούτους πήχεις πληροῦν περὶ Μέμφιν, κἀν τούτῳ τὴν προσθήκην ἄδηλον ἀεὶ παρεχόμενος καὶ ἑνὶ τούτῳ σημαίνων, τῷ καταλαμβάνειν ἑξῆς τὴν γῆν. πρὸς δὴ τί τοῦτο λέγω; ὅτι φασὶν ὥσπερ τοὺς παρʼ ἡμῖν ποταμοὺς ἐκ τῶν ὄμβρων τοῦ χειμῶνος αὔξεσθαι, οὕτω τὸν Νεῖλον τοῦ θέρους ἐκ τῶν ὄμβρων. εἰ τοίνυν τοῦτʼ ἀληθὲς ἦν, πρῶτον μὲν κατιόντʼ αὐτὸν ἐξαίφνης ἔδει φαίνεσθαι μετέωρον. ὥσπερ γὰρ ὅταν κατὰ γῆς ἢ στερεοῦ φέρηται ῥεῦμα, οὕτως ἐπὶ τοῦ ἀρχαίου τὸ ἐκ τῶν ὄμβρων ἐπιθεῖ κεκυρτωκός. διὰ τί οὖν οὐ καὶ περὶ τὸν Νεῖλον ταυτὸν τοῦτο γίγνεται; οὐ γὰρ δή που ἅμα μὲν εἰς τοὺς ἄλλους ποταμοὺς ἀναφέρειν δεῖ καὶ τοῖς αὐτοῖς τεκμαίρεσθαι, ἅμα δʼ οὐ τοῖς αὐτοῖς ἐπʼ ἀμφοῖν χρῆσθαι σημείοις. καὶ γὰρ εἰ μὲν ἅπαξ ποτὲ οὕτω συνέβη, λόγος ἦν, εἰ δʼ ἀεὶ τοῦτον τὸν τρόπον αἴρεται, τί ἂν εἴποιεν; πρῶτον μὲν τοίνυν καὶ μέγιστον ὅπερ λέγω τοῦτο σημεῖον

Intertext edge

Open linked passage

Note